Thesauros Edebiyat biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
13.3 καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.
13.4 ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, ὅσους ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς·
14.1 ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἀπέπλευσεν ὁ Φωκίων, ταχὺ μὲν ἐπόθησαν οἱ σύμμαχοι τὴν χρηστότητα καὶ δικαιοσύνην αὐτοῦ, ταχὺ δὲ ἔγνωσαν οἱ Ἀθηναῖοι τὴν ἐμπειρίαν καὶ ῥώμην τοῦ ἀνδρός, ὁ γὰρ μετʼ ἐκεῖνον ἐλθὼν ἐπὶ τὰ πράγματα Μολοσσὸς οὕτως ἐπολέμησεν ὥστε καὶ ζῶν αὐτὸς ὑποχείριος γενέσθαι τοῖς πολεμίοις·
14.2 ἐπεὶ δὲ μεγάλα ταῖς ἐλπίσι περινοῶν ὁ Φίλιππος εἰς Ἑλλήσποντον ἦλθε μετὰ πάσης τῆς δυνάμεως, ὡς Χερρόνησον ἐν ταὐτῷ καὶ Πέρινθον ἕξων καὶ Βυζάντιον, ὡρμημένων δὲ τῶν Ἀθηναίων βοηθεῖν οἱ ῥήτορες ἠγωνίσαντο τὸν Χάρητα στρατηγὸν ἀποσταλῆναι, καὶ πλεύσας ἐκεῖνος οὐδὲν ἄξιον τῆς δυνάμεως ἔπραττεν, οὐδὲ αἱ πόλεις ἐδέχοντο τὸν στόλον, ἀλλʼ ὕποπτος ὢν πᾶσιν ἐπλανᾶτο χρηματιζόμενος ἀπὸ τῶν συμμάχων καὶ καταφρονούμενος ὑπὸ τῶν πολεμίων,
14.3 ὁ δὲ δῆμος ὑπὸ τῶν ῥητόρων παροξυνόμενος ἠγανάκτει καὶ μετενόει τοῖς Βυζαντίοις πέμψας τὴν βοήθειαν, ἀναστὰς ὁ Φωκίων εἶπεν ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσιν ὀργίζεσθαι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις τῶν στρατηγῶν· οὗτοι γὰρ ὑμᾶς ποιοῦσι φοβεροὺς καὶ τοῖς χωρὶς ὑμῶν σώζεσθαι μὴ δυναμένοις. κινηθεὶς οὖν ὁ δῆμος ὑπὸ τοῦ λόγου καὶ μεταπεσών ἐκέλευεν αὐτὸν ἐκεῖνον ἑτέραν προσλαβόντα δύναμιν βοηθεῖν τοῖς συμμάχοις εἰς τὸν Ἑλλήσποντον ὃ μεγίστην ῥοπὴν ἐποίησε πρὸς τὸ σωθῆναι τὸ Βυζάντιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi