Thesauros Edebiyat biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
29.2 τοῦτοτοῦτο retained in both places by Bekker; the first is deleted by Coraës, after Reiske; the second is corrected to τότε by Sintenis2. πολλοῖς ἐπῄει λέγειν διαμνημονεύουσι τὸν ἐκείνων τῶν βασιλέων θυμόν, ὡς τὸ μέγα καὶ γενναῖον εὐπαραίτητον εἶχον, οὐχ ὥσπερ Ἀντίπατρος ἰδιώτου προσώπῳ καὶ φαυλότητι χλαμυδίου καὶ διαίτης εὐτελείᾳ κατειρωνευόμενος τὴν ἐξουσίαν ἐπαχθέστερος ἦν τοῖς πάσχουσι κακῶς δεσπότης καὶ τύραννος.
29.3 ὅμως δʼ οὖν ὁ Φωκίων καὶ φυγῆς ἀπήλλαξε πολλούς δεηθεὶς τοῦ Ἀντιπάτρου, καὶ φεύγουσι διεπράξατο μὴ καθάπερ οἱ λοιποὶ τῶν μεθισταμένων ὑπὲρ τὰ Κεραύνια ὄρη καὶ τὸν Ταίναρον ἐκπεσεῖν τῆς Ἑλλάδος, ἀλλὰ ἐν Πελοποννήσῳ κατοικεῖν, ὧν καὶ Ἁγνωνίδης ἦν ὁ συκοφάντης.
29.4 ἐπιμελόμενος δὲ τῶν κατὰ τὴν πόλιν πρᾴως καὶ νομίμως τοὺς μὲν ἀστείους καὶ χαρίεντας ἐν ταῖς ἀρχαῖς ἀεὶ συνεῖχε, τοὺς δὲ πολυπράγμονας καὶ νεωτεριστάς, αὐτῷ τῷ μὴ ἄρχειν μηδὲ θορυβεῖν ἀπομαραινομένους, ἐδίδαξε φιλοχωρεῖν καὶ ἀγαπᾶν γεωργοῦντας. ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον ἐβούλετο γράψαι πολίτην ὁ δὲ ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας περὶ ἧς ἐπρέσβευεν ἵνα μὴ γένηται.
30.1 τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ καὶ χρήματα διδόντος, ἀπεκρίνατο μήτʼ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι μήτε κρείττονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος. ἀλλὰ Φώκῳ γε τῷ παιδὶ λαβεῖν δεομένου τοῦ Μενύλλου, Φώκῳ μὲν, εἶπεν, ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, ἀρκέσει τὰ τοῦ πατρός· ὡς δʼ ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν. Ἀντιπάτρῳ δὲ τραχύτερον ἀπεκρίνατο βουλομένῳ τι γενέσθαι διʼ αὐτοῦ τῶν μὴ πρεπόντων οὐ δύναται γὰρ, εἶπεν, Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ κόλακι χρῆσθαι.
30.2 τὸν δὲ Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων, Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε. καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, ἐν ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλούτῳ καὶ παρανομῶν ἐκαλλωπίζετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi