Thesauros Edebiyat biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
33.5 ἐνταῦθα δὴ θεὶς ὁ Πολυσπέρχων τὸν χρυσοῦν οὐρανίσκον, καὶ καθίσας ὑπʼ αὐτῷ τὸν βασιλέα καὶ τοὺς φίλους, τὸν μὲν Δείναρχον εὐθὺς ἐκ προόδου λαβεῖν ἐκέλευσε καὶ στρεβλώσαντας ἀποκτεῖναι, τοῖς δὲ Ἀθηναίοις ἀπέδωκε λόγον. ὡς δὲ θόρυβον καὶ κραυγὴν ἐποίουν ἀντικατηγοροῦντες ἀλλήλων ἐν τῷ συνεδρίῳ, καὶ προσελθὼν ὁ Ἁγνωνίδης εἶπεν, ἅπαντας ἡμᾶς εἰς μίαν ἐμβαλόντες γαλεάγραν Ἀθηναίοις ἀναπέμψατε λόγον ὑφέξοντας,
33.6 ὁ μὲν βασιλεὺς ἐγέλασεν, οἱ δὲ περιεστῶτες τῷ συνεδρίῳ Μακεδόνες καὶ ξένοι σχολὴν ἄγοντες ἐπεθύμουν ἀκούειν, καὶ τοὺς πρέσβεις παρεκάλουν ἀπὸ νεύματος ἐνταῦθα ποιεῖσθαι τὴν κατηγορίαν. ἦν δὲ οὐδὲν ἴσον, ἀλλὰ τῷ μὲν Φωκίωνι πολλάκις ἀντέκρουσεν ὁ Πολυσπέρχων λέγοντι, μέχρι οὗ τῇ βακτηρίᾳ πατάξας τὴν γῆν ἀπέστη καὶ κατεσιώπησεν.
33.7 Ἡγήμονος δὲ φήσαντος ὅτι μάρτυς αὐτῷ τῆς πρὸς τὸν δῆμον εὐνοίας Πολυσπέρχων ἐστί, καὶ τοῦ Πολυσπέρχοντος ἀποκριναμένου πρὸς ὀργὴν, παῦσαί μου πρὸς τὸν βασιλέα καταψευδόμενος, ἀναπηδήσας ὁ βασιλεὺς ὥρμησε λόγχῃ τὸν Ἡγήμονα πατάξαι. ταχὺ δὲ τοῦ Πολυσπέρχοντος περιλαβόντος αὐτόν οὕτω διελύθη τὸ συνέδριον.
34.1 τὸν δὲ Φωκίωνα καὶ τοὺς μετʼ αὐτοῦ φυλακῆς περιεχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτο εἶδον, ἐγκαλυψάμενοι καὶ διαφυγόντες ἐσώθησαν. ἐκείνους δὲ Κλεῖτος εἷς Ἀθήνας ἀνῆγε λόγῳ μὲν κριθησομένους, ἔργῳ δὲ ἀποθανεῖν κατακεκριμένους.
34.2 καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφʼ ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον· ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ τὸ θέατρον παρασχόντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi