Thesauros Edebiyat biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
4.1 τὸ μὲν οὖν Κάτωνος ὡμολόγηται γένος ἐκ λαμπρῶν ὑπάρχειν, ὡς λεχθήσεται· Φωκίωνα δὲ τεκμαίρομαι μὴ παντάπασιν εἶναι γένους ἀτίμου καὶ καταπεπτωκότος. εἰ γὰρ ἦν, ὥς φησιν Ἰδομενεύς, δοιδυκοποιοῦ πατρός, οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερείδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατʼ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν, οὐδʼ ἂν οὕτως ἐλευθερίου βίου καὶ σώφρονος παιδείας μετέσχεν ὥστε τῆς Πλάτωνος ἔτι μειράκιον ὤν, ὕστερον δὲ τῆς Ξενοκράτους διατριβῆς, ἐν Ἀκαδημείᾳ μετασχεῖν, καὶ τῶν ἀρίστων ἐξ ἀρχῆς ἐπιτηδευμάτων ζηλωτὴς γενέσθαι.
4.2 Φωκίωνα γὰρ οὔτε γελάσαντά τις οὔτε κλαύσαντα ῥᾳδίως Ἀθηναίων εἶδεν, οὐδʼ ἐν βαλανείῳ δημοσιεύοντι λουσάμενον, ὡς ἱστόρηκε Δοῦρις, οὐδὲ ἐκτὸς ἔχοντα τὴν χεῖρα τῆς περιβολῆς, ὅτε τύχοι περιβεβλημένος, ἐπεὶ κατά γε τὴν χώραν καὶ τὰς στρατείας ἀνυπόδητος ἀεὶ καὶ γυμνὸς ἐβάδιζεν, εἰ μὴ ψῦχος ὑπερβάλλον εἴη καὶ δυσκαρτέρητον, ὥστε καὶ παίζοντας ἤδη τοὺς στρατευομένους σύμβολον μεγάλου ποιεῖσθαι χειμῶνος ἐνδεδυμένον Φωκίωνα.
5.1 τῷ δὲ ἤθει προσηνέστατος ὢν καὶ φιλανθρωπότατος ἀπὸ τοῦ προσώπου δυσξύμβολος ἐφαίνετο καὶ σκυθρωπός, ὥστε μὴ ῥᾳδίως ἄν τινα μόνον ἐντυχεῖν αὐτῷ τῶν ἀσυνήθων, διὸ καὶ Χάρητί ποτε πρὸς τὰς ὀφρῦς αὐτοῦ λέγοντι τῶν Ἀθηναίων ἐπιγελώντων, οὐδὲν, εἶπεν, αὕτη ὑμᾶς λελύπηκεν ἡ ὀφρύς· ὁ δὲ τούτων γέλως πολλὰ κλαῦσαι τὴν πόλιν πεποίηκεν.
5.2 ὁμοίως δέ πως τοῦ Φωκίωνος καὶ ὁ λόγος ἦν ἐπὶ χρηστοῖς εὐτυχήμασι καὶ διανοήμασι σωτήριος, προστακτικήν τινα καὶ αὐστηρὰν καὶ ἀνήδυντον ἔχων βραχυλογίαν. ὡς γὰρ ὁ Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσθαι τὴν λέξιν, οὕτως ὁ Φωκίωνος λόγος πλεῖστον ἐν ἐλαχίστῃ λέξει νοῦν εἶχε. καὶ πρὸς τοῦτο ἔοικεν ἀπιδὼν ὁ Σφήττιος Πολύευκτος εἰπεῖν ὅτι ῥήτωρ μὲν ἄριστος εἴη Δημοσθένης, εἰπεῖν δὲ δεινότατος ὁ Φωκίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi