Thesauros Edebiyat biography Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης Plutarch

Kitap Cleomenes

24.2 ἐσώθη δὲ καὶ τῶν προσβοηθούντων καὶ μαχομένων τὸ πλῆθος· ὀλίγοι δὲ παντάπασιν ἥλωσαν, ὧν ἦν Λυσανδρίδας τε καὶ Θεαρίδας, ἄνδρες ἔνδοξοι καὶ δυνατοὶ μάλιστα τῶν Μεγαλοπολιτῶν. διὸ καὶ λαβόντες αὐτοὺς εὐθὺς οἱ στρατιῶται τῷ Κλεομένει προσῆγον. ὁ δὲ Λυσανδρίδας ὡς εἶδε τὸν Κλεομένη πόρρωθεν, ἀναβοήσας, ἒξεστί σοι νῦν, εἶπεν, ὦ βασιλεῦ Λακεδαιμονίων, ἔργον ἀποδειξαμένῳ τοῦ πεπραγμένου κάλλιον καὶ βασιλικώτατον ἐνδοξοτάτῳ γενέσθαι.
24.3 ὁ Κλεομένης δὲ ὑποτοπήσας αὐτοῦ τὴν ἔντευξιν, εἶπεν, ὦ Λυσανδρίδα, λέγεις; οὐ γὰρ δή πού με τὴν πόλιν ὑμῖν ἀποδοῦναι κελεύεις; καὶ ὁ Λυσανδρίδας, αὐτό μὲν οὖν, ἔφη, λέγω καὶ συμβουλεύω μὴ διαφθεῖραι πόλιν τηλικαύτην, ἀλλʼ ἐμπλῆσαι φίλων καὶ συμμάχων πιστῶν καὶ βεβαίων, ἀποδόντα Μεγαλοπολίταις τὴν πατρίδα καὶ σωτῆρα δήμου τοσούτου γενόμενον.
24.4 μικρὸν οὖν ὁ Κλεομένης διασιωπήσας, χαλεπὸν, ἔφη, τὸ πιστεῦσαι ταῦτα, νικάτω δὲ τὸ πρὸς δόξαν ἀεὶ μᾶλλον ἢ τὸ λυσιτελὲς παρʼ ἡμῖν, καὶ ταῦτα εἰπὼν ἀπέστειλε τοὺς ἄνδρας εἰς Μεσσήνην καὶ κήρυκα παρʼ ἑαυτοῦ, τοῖς Μεγαλοπολίταις ἀποδιδοὺς τὴν πόλιν ἐπὶ τῷ συμμάχους εἶναι καὶ φίλους ἀποστάντας Ἀχαιῶν.
24.5 οὕτω δὲ τοῦ Κλεομένους εὐγνώμονα καὶ φιλάνθρωπα προτείναντος οὐκ εἴασε τοὺς Μεγαλοπολίτας Φιλοποίμην ἐγκαταλιπεῖν τὴν πρὸς τοὺς Ἀχαιοὺς πίστιν, ἀλλὰ κατηγορῶν τοῦ Κλεομένους ὡς οὐ ζητοῦντος ἀποδοῦναι τὴν πόλιν, ἀλλὰ προσλαβεῖν τοὺς πολίτας, ἐξέβαλε τὸν Θεαρίδαν καὶ τὸν Λυσανδρίδαν ἐκ τῆς Μεσσήνης. οὗτος ἦν Φιλοποίμην ὁ πρωτεύσας ὕστερον Ἀχαιῶν καὶ μεγίστην κτησάμενος ἐν τοῖς Ἕλλησι δόξαν, ὡς ἰδίᾳ περὶ αὐτοῦ γέγραπται.
25.1 τούτων δὲ ἀπαγγελθέντων τῷ Κλεομένει, τετηρηκὼς τὴν πόλιν ἄθικτον καὶ ἀκέραιον, ὥστε μηδένα λαθεῖν μηδὲ τοὐλάχιστον λαβόντα, τότε παντάπασι τραχυνθεὶς καὶ ἀγανακτήσας τὰ μὲν χρήματα διήρπασεν, ἀνδριάντας δὲ καὶ γραφὰς ἀπέστειλεν εἰς Σπάρτην, τῆς δὲ πόλεως τὰ πλεῖστα καὶ μέγιστα μέρη κατασκάψας καὶ διαφθείρας ἀνέζευξεν ἐπʼ οἴκου, φοβούμενος τὸν Ἀντίγονον καὶ τοὺς Ἀχαιούς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi