Thesauros Edebiyat biography Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων

Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων

Σύγκρισις Ἄγιδος καὶ Κλεομένους καὶ τῶν Γράκχων Plutarch
5.3 καίτοι Λυκοῦργος, ὃν προσεποιεῖτο μιμεῖσθαι, τὴν μὲν βασιλείαν ἑκὼν ἀπέδωκε τῷ παιδὶ τοῦ ἀδελφοῦ Χαρίλλῳ, φοβούμενος δὲ μή, κἂν ἄλλως ἀποθάνῃ τὸ μειράκιον, αἰτία τις ἐπʼ αὐτὸν ἔλθῃ, πολὺν χρόνον ἔξω πλανηθεὶς οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον τῆς ἀρχῆς, ἀλλὰ Λυκούργῳ μὲν οὐδὲ ἄλλος τις Ἑλλήνων παραβλητὸς οὐδείς· ὅτι δὲ τοῖς Κλεομένους πολιτεύμασι καινοτομίαι καὶ παρανομίαι μείζονες ἔνεισι, δεδήλωται.
5.4 καὶ μὴν οἵ γε τὸν τρόπον αὑτῶν ψέγοντες τούτοις μὲν ἐξ ἀρχῆς τυραννικὸν καὶ πολεμοποιὸν αἰτιῶνται γενέσθαι, τῇ δὲ ἐκείνων φύσει φιλοτιμίας ἀμετρίαν, ἄλλο δὲ οὐδέν οἱ φθονοῦντες ἐπικαλεῖν εἶχον ἐκριπισθέντας δὲ τῷ πρὸς τοὺς ἐνισταμένους ἀγῶνι καὶ θυμῷ παρὰ τὴν αὑτῶν φύσιν ὥσπερ πνοαῖς, ἐφεῖναι περὶ τὰ ἔσχατα τὴν πολιτείαν ὡμολόγουν.
5.5 ἐπεὶ τῆς γε πρώτης ὑποθέσεως τί κάλλιον ἢ δικαιότερον ἦν, εἰ μὴ κατὰ βίαν καὶ δυναστείαν ἐπιχειρήσαντες ἐξῶσαι τὸν νόμον οἱ πλούσιοι περιέστησαν ἀμφοτέροις ἀγῶνας, τῷ μὲν φοβουμένῳ ὑπὲρ αὑτοῦ, τῷ δὲ ἐκδικοῦντι τὸν ἀδελφόν ἄνευ δίκης καὶ δόγματος οὐδὲ ὑπʼ ἄρχοντος ἀναιρεθέντα;
5.6 Συνορᾷς μὲν οὖν καὶ αὐτὸς ἐκ τῶν εἰρημένων τὴν διαφοράν εἰ δὲ δεῖ καὶ καθʼ ἕκαστον ἀποφήνασθαι, Τιβέριον μὲν ἀρετῇ πεπρωτευκέναι τίθημι πάντων, ἐλάχιστα δὲ ἡμαρτηκέναι τὸ μειράκιον Ἆγιν, πράξει δὲ καὶ τόλμῃ Γάϊον οὐκ ὀλίγῳ Κλεομένους ὕστερον γεγονέναι.
← Önceki 4 / 4

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi