Thesauros Edebiyat biography Cicero

Cicero

Cicero Plutarch
25.4 διεβάλλετο δʼ εἰς φιλαργυρίαν ὁ Κράσσος. ἐπεὶ δὲ τοῦ Κράσσου τῶν παίδων ὁ ἕτερος Ἀξίῳ τινὶ δοκῶν ὅμοιος εἶναι, καὶ διὰ τοῦτο τῇ μητρὶ προστριβόμενος αἰσχρὰν ἐπὶ τῷ Ἀξίῳ διαβολήν εὐδοκίμησε λόγον ἐν βουλῇ διελθών, ἐρωτηθεὶς ὁ Κικέρων τί φαίνεται αὐτῷ, ἄξιος, εἶπε, Κράσσου.
26.1 μέλλων δὲ Κράσσος εἰς Συρίαν ἀπαίρειν ἐβούλετο τὸν Κικέρωνα μᾶλλον αὐτῷ φίλον ἢ ἐχθρὸν εἶναι· καί φιλοφρονούμενος ἔφη βούλεσθαι δειπνῆσαι παρʼ αὐτῷ· κἀκεῖνος ὑπεδέξατο προθύμως. ὀλίγαις δʼ ὕστερον ἡμέραις περὶ Βατινίου φίλων τινῶν ἐντυγχανόντων ὡς μνωμένου διαλύσεις καί φιλίαν ἦν γὰρ ἐχθρός, οὐ δήπου καί Βατίνιος, εἶπε, δειπνῆσαι παρʼ ἐμοὶ βούλεται; πρὸς μὲν οὖν Κράσσον τοιοῦτος.
26.2 αὐτὸν δὲ τὸν Βατίνιον ἔχοντα χοιράδας ἐν τῷ τραχήλῳ καί λέγοντα δίκην οἰδοῦντα ῥήτορα προσεῖπεν. ἀκούσας δʼ ὅτι τέθνηκεν, εἶτα μετὰ μικρὸν πυθόμενος σαφῶς ὅτι ζῇ, κακὸς τοίνυν ἀπόλοιτο κακῶς ὁ ψευσάμενος.
26.3 ἐπεὶ δὲ Καίσαρι ψηφισαμένῳ τὴν ἐν Καμπανίᾳ χώραν κατανεμηθῆναι τοῖς στρατιώταις πολλοὶ μὲν ἐδυσχέραινον ἐν τῇ βουλῇ, Λεύκιος δὲ Γέλλιος ὁμοῦ τι πρεσβύτατος ὢν εἶπεν ὡς οὐ γενήσεται τοῦτο ζῶντος αὐτοῦ, περιμείνωμεν εἶπεν ὁ Κικέρων, μακρὰν γὰρ οὐκ αἰτεῖται Γέλλιος ὑπέρθεσιν.
26.4 ἦν δέ τις Ὀκταούιος αἰτίαν ἔχων ἐκ Λιβύης γεγονέναι· πρὸς τοῦτον ἔν τινι δίκῃ λέγοντα τοῦ Κικέρωνος μὴ ἐξακούειν, καὶ μὴν οὐκ ἔχεις, εἶπε, τὸ οὖς ἀτρύπητον. Μετέλλου δὲ Νέπωτος εἰπόντος ὅτι πλείονας καταμαρτυρῶν ἀνῄρηκεν ἢ συνηγορῶν σέσωκεν, ὁμολογῶ γάρ, ἔφη, πίστεως ἐν ἐμοὶ πλέον ἢ δεινότητος εἶναι.
26.5 νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι θρασυνομένου καί λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, τοῦτο, ἔφη, παρὰ σοῦ βούλομαι μᾶλλον ἢ πλακοῦντα. Ποπλίου δὲ Σηστίου συνήγορον μὲν αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθʼ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν δικαστῶν ἤδη τῆς ψήφου φερομένης, χρῶ σήμερον, ἔφη, τῷ καιρῷ, Σήστιε μέλλεις γὰρ αὔριον ἰδιώτης εἶναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi