Thesauros Edebiyat biography Cicero

Cicero

Cicero Plutarch
26.6 Πόπλιον δὲ Κώνσταν νομικὸν εἶναι βουλόμενον, ὄντα δʼ ἀμαθῆ καί ἀφυῆ, πρός τινα δίκην ἐκάλεσε μάρτυρα· τοῦ δὲ μηδὲν εἰδέναι φάσκοντος, ἴσως, ἔφη, δοκεῖς περὶ τῶν νομικῶν ἐρωτᾶσθαι. Μετέλλου δὲ Νέπωτος ἐν διαφορᾷ τινι πολλάκις λέγοντος τίς σοῦ πατήρ ἐστιν, ὁ Κικέρων σοὶ ταύτην ἔφη τὴν ἀπόκρισιν ἡ μήτηρ χαλεπωτέραν ἐποίησεν.
26.7 ἐδόκει δʼ ἀκόλαστος ἡ μήτηρ εἶναι τοῦ Νέπωτος, αὐτὸς δέ τις εὐμετάβολος. καί ποτε τὴν δημαρχίαν ἀπολιπὼν ἄφνω πρὸς Πομπήϊον ἐξέπλευσεν εἰς Συρίαν, εἶτʼ ἐκεῖθεν ἐπανῆλθεν ἀλογώτερον. θάψας δὲ Φίλαγρον τὸν καθηγητὴν ἐπιμελέστερον ἐπέστησεν αὐτοῦ τῷ τάφῳ κόρακα λίθινον καί ὁ Κικέρων· τοῦτʼ, ἔφη σοφώτερον ἐποίησας· πέτεσθαι γάρ σε μᾶλλον ἢ λέγειν ἐδίδαξεν.
26.8 ἐπεὶ δὲ Μᾶρκος Ἄππιος ἔν τινι δίκῃ προοιμιαζόμενος εἶπε φίλον αὐτοῦ δεδεῆσθαι παρασχεῖν ἐπιμέλειαν καί λογιότητα καί πίστιν, εἶθʼ οὕτως, ἔφη, σιδηροῦς γέγονας ἄνθρωπος ὥστε μηδὲν ἐκ τοσούτων ὧν ᾐτήσαθʼ ὁ φίλος παρασχεῖν;
27.1 τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἢ ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δʼ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνῆγε μῖσος αὐτῷ. γράψω δὲ καὶ τούτων ὀλίγα. Μᾶρκον Ἀκύΐνιον ἔχοντα δύο γαμβροὺς φυγάδας Ἄδραστον ἐκάλει.
27.2 Λευκίου δὲ Κόττα τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δʼ ὄντος, ὑπατείαν μετιὼν ὁ Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, ὀρθῶς φοβεῖσθε, εἶπε, μή μοι γένιτο χαλεπὸς ὁ τιμητὴς ὅτι ὕδωρ πίνω. Βωκωνίῳ δʼ ἀπαντήσας ἄγοντι μεθʼ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας ἀνεφθέγξατο· Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
27.3 Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν σύγκλητον ἐξαναγνόντος, μὴ θαυμάζετε, εἶπε, καὶ αὐτὸς εἷς ἐστι τῶν ἀναπεφωνηκότων. ἐπεὶ δὲ Φαῦστος ὁ Σύλλα τοῦ μοναρχήσαντος ἐν Ῥώμῃ καὶ πολλοὺς ἐπὶ θανάτῳ προγράψαντος ἐν δανείοις γενόμενος καὶ πολλὰ τῆς οὐσίας διασπαθήσας ἀπάρτιον προέγραψε, ταύτην ἔφη μᾶλλον αὐτῷ τὴν προγραφὴν ἀρέσκειν ἢ τὴν πατρῴαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi