Thesauros Edebiyat biography Cicero

Cicero

Cicero Plutarch
48.2 λέγεται νεανίσκον τινά τεθραμμένον μὲν ὑπὸ τοῦ Κικέρωνος ἐν γράμμασιν ἐλευθερίοις καὶ μαθήμασιν, ἀπελεύθερον δὲ Κοΐντου τοῦ ἀδελφοῦ, Φιλόλογον τοὔνομα, φράσαι τῷ χιλιάρχῳ τὸ φορεῖον κομιζόμενον διὰ τῶν καταφύτων καὶ συσκίων περιπάτων ἐπὶ τὴν θάλατταν. ὁ μὲν οὖν χιλίαρχος ὀλίγους ἀναλαβὼν μεθʼ ἑαυτοῦ περιέθει πρὸς τὴν ἔξοδον, τοῦ δʼ Ἑρεννίου δρόμῳ φερομένου διὰ τῶν περιπάτων ὁ Κικέρων ᾔσθετο, καὶ τοὺς οἰκέτας ἐκέλευσεν ἐνταῦθα καταθέσθαι τὸ φορεῖον.
48.3 αὐτός δʼ, ὥσπερ εἰώθει, τῇ ἀριστερᾷ χειρὶ τῶν γενείων ἁπτόμενος ἀτενὲς ἐνεώρα τοῖς σφαγεῦσιν, αὐχμοῦ καὶ κόμης ἀνάπλεως καὶ συντετηκὼς ὑπὸ φροντίδων τὸ πρόσωπον, ὥστε τοὺς πλείστους ἐγκαλύψασθαι τοῦ Ἑρεννίου σφάζοντος αὐτόν.
48.4 ἐσφάγη δὲ τὸν τράχηλον ἐκ τοῦ φορείου προτείνας, ἔτος ἐκεῖνο γεγονὼς ἑξηκοστὸν καί τέταρτον, τὴν δὲ κεφαλὴν ἀπέκοψεν αὐτοῦ καὶ τὰς χεῖρας, Ἀντωνίου κελεύσαντος, αἷς τοὺς Φιλιππικοὺς ἔγραψεν. αὐτός τε γὰρ ὁ Κικέρων τοὺς κατʼ Ἀντωνίου λόγους Φιλιππικοὺς ἐπέγραψε καὶ μέχρι νῦν τὰ βιβλία Φιλιππικοὶ καλοῦνται.
49.1 τῶν δʼ ἀκρωτηρίων εἰς Ῥώμην κομισθέντων ἔτυχε μὲν ἀρχαιρεσίας τελῶν ὁ Ἀντώνιος, ἀκούσας δὲ καὶ ἰδὼν ἀνεβόησεν ὡς νῦν αἱ προγραφαὶ τέλος ἔχοιεν. τὴν δὲ κεφαλὴν καὶ τάς χεῖρας ἐκέλευσεν ὑπὲρ τῶν ἐμβόλων ἐπὶ τοῦ βήματος θεῖναι, θέαμα Ῥωμαίοις φρικτόν, οὐ τὸ Κικέρωνος ὁρᾶν πρόσωπον οἰομένοις, ἀλλὰ τῆς Ἀντωνίου ψυχῆς εἰκόνα.
49.2 πλὴν ἕν γέ τι φρονήσας μέτριον ἐν τούτοις Πομπωνίᾳ τῇ Κοΐντου γυναικὶ τὸν Φιλόλογον παρέδωκεν. ἡ δὲ κυρία γενομένη τοῦ σώματος ἄλλαις τε δειναῖς ἐχρήσατο τιμωρίαις, καὶ τάς σάρκας ἀποτέμνοντα τάς αὐτοῦ κατὰ μικρὸν ὀπτᾶν, εἶτʼ ἐσθίειν ἠνάγκασεν. οὕτω γὰρ ἔνιοι τῶν συγγραφέων ἱστορήκασιν ὁ δʼ αὐτοῦ τοῦ Κικέρωνος ἀπελεύθερος Τίρων τὸ παράπαν οὐδὲ μέμνηται τῆς τοῦ Φιλολόγου προδοσίας.
49.3 πυνθάνομαι δὲ Καίσαρα χρόνοις πολλοῖς ὕστερον εἰσελθεῖν πρὸς ἕνα τῶν θυγατριδῶν· τὸν δὲ βιβλίον ἔχοντα Κικέρωνος ἐν ταῖς χερσίν ἐκπλαγέντα τῷ ἱματίῳ περικαλύπτειν ἰδόντα δὲ Καίσαρα λαβεῖν καὶ διελθεῖν ἑστῶτα μέρος πολὺ τοῦ βιβλίου, πάλιν δʼ ἀποδιδόντα τῷ μειρακίῳ φάναι λόγιος ἁνὴρ, ὦ παῖ, λόγιος καὶ φιλόπατρις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi