Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
5.3 ἀπέβαλε δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων, εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος εὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην γενέσθαι Πτολεμαίῳ χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι διὰ τῶν ὁμοίων.
5.4 καὶ πάθος οὐ μειρακίου παθὼν ἐν ἀρχῇ πράξεως ἀνατραπέντος, ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν.
6.1 Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις διαγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δὲ υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθʼ αὑτόν, ἀλλʼ ἀφῆκε. καὶ μετʼ οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης, Πτολεμαίου στρατηγός, μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον.
6.2 ὁ δʼ ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπεδον· καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλʼ οἷς ἀποδώσειν ἔμελλε, καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν, ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν.
6.3 οὐ μὴν αὐτογνωμόνως ταῦτα ἔπραξεν, ἀλλʼ ἔγραψε τῷ πατρί. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ φίλους αὐτοῦ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.
7.1 ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουμένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶς ὁ Δημήτριος ἐκινδύνευσε μὲν εἰς τόπους ἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταραχθῆναι μηδʼ ἐκπλαγῆναι καταπληξάμενος τοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καμήλους ἑπτακοσίας παρʼ αὐτῶν ἀνεχώρησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi