Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
34.2 τοῦτο τὸ ἔργον ἐν τοῖς ἀοιδιμωτάτοις γενόμενον Ῥωμαίοις τε τῶν κατὰ Κράσσον ἀτυχημάτων ἔκπλεω ποινὴν παρέσχε, καὶ Πάρθους αὖθις εἴσω Μηδίας καὶ Μεσοποταμίας συνέστειλε, τρισὶ μάχαις ἐφεξῆς κατὰ κράτος ἡττημένους. Οὐεντίδιος δὲ Πάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω, φθόνον Ἀντωνίου δείσας, τοὺς δὲ ἀφεστῶτας ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομμαγηνὸν Ἀντίοχον ἐν πόλει Σαμοσάτοις ἐπολιόρκει.
34.3 δεομένου δὲ χίλια τάλαντα δοῦναι καὶ ποιεῖν Ἀντωνίῳ τὸ προσταττόμενον, ἐκέλευε πέμπειν πρὸς Ἀντώνιον. ἤδη γὰρ ἐγγὺς ἦν ἐπιών, καὶ τὸν Οὐεντίδιον οὐκ εἴα σπένδεσθαι τῷ Ἀντιόχῳ, βουλόμενος ἕν γε τοῦτο τῶν ἔργων ἐπώνυμον αὑτοῦ γενέσθαι καὶ μὴ πάντα διὰ Οὐεντιδίου κατορθοῦσθαι.
34.4 τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης καὶ τῶν ἔνδον, ὡς ἀπέγνωσαν τὰς διαλύσεις, πρὸς ἀλκὴν τραπομένων, πράττων οὐδέν, ἐν αἰσχύνῃ δὲ καὶ μεταγνώσει γενόμενος, ἀγαπητῶς ἐπὶ τριακοσίοις σπένδεται ταλάντοις πρὸς τὸν Ἀντίοχον· καὶ μικρὰ τῶν ἐν Συρίᾳ καταστησάμενος εἰς Ἀθήνας ἐπανῆλθε, καὶ τὸν Οὐεντίδιον οἷς ἔπρεπε τιμήσας ἔπεμψεν ἐπὶ τὸν θρίαμβον.
34.5 οὗτος ἀπὸ Πάρθων ἄχρι δεῦρο τεθριάμβευκε μόνος, ἀνὴρ γένει μὲν ἀφανής, ἀπολαύσας δὲ τῆς Ἀντωνίου φιλίας τὸ λαβεῖν ἀφορμὰς πράξεων μεγάλων, αἷς κάλλιστα χρησάμενος ἐβεβαίωσε τὸν περὶ Ἀντωνίου λεγόμενον καὶ Καίσαρος λόγον, ὡς εὐτυχέστεροι δι’ ἑτέρων ἦσαν ἢ δι’ αὑτῶν στρατηγεῖν.
34.6 καὶ γὰρ Σόσσιος Ἀντωνίου στρατηγὸς ἐν Συρίᾳ πολλὰ διεπράττετο, καὶ Κανίδιος ἀπολειφθεὶς ὑπʼ αὐτοῦ περὶ Ἀρμενίαν τούτους τε νικῶν καὶ τοὺς Ἰβήρων καὶ Ἀλβανῶν βασιλέας ἄχρι τοῦ Καυκάσου προῆλθεν. ἀφʼ ὧν ἐν τοῖς βαρβάροις ὄνομα καὶ κλέος ηὔξετο τῆς Ἀντωνίου δυνάμεως.
35.1 αὐτὸς δὲ πάλιν ἔκ τινων διαβολῶν παροξυνθεὶς πρὸς Καίσαρα ναυσὶ τριακοσίαις ἔπλει πρὸς τὴν Ἰταλίαν· οὐ δεξαμένων δὲ τῶν Βρεντεσινῶν τὸν στόλον εἰς Τάραντα περιώρμισεν. ἐνταῦθα τὴν Ὀκταουίαν ʽσυνέπλει γὰρ ἀπὸ τῆς Ἑλλάδος αὐτᾦ δεηθεῖσαν ἀποπέμπει πρὸς τὸν ἀδελφόν, ἔγκυον μὲν οὖσαν, ἤδη δὲ καὶ δεύτερον ἐξ αὐτοῦ θυγάτριον ἔχουσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi