40.3
ἐκ δὲ τούτου προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵππους ἀτρέμα παραβάλλοντες ἐλοιδόρουν τὸν Ἀντώνιον, ὅτι βουλομένῳ Φραάτῃ διαλλαγῆναι καὶ φείσασθαι τοιούτων ἀνδρῶν καὶ τοσούτων ἀφορμὴν οὐ δίδωσιν, ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους κάθηται πολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα, δι’ ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ Πάρθων ἀποφεύγειν. πολλῶν δὲ ταῦτα πρὸς τὸν Ἀντώνιον ἀναφερόντων, μαλασσόμενος ὑπὸ τῆς ἐλπίδος ὅμως οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον ἢ πυθέσθαι τῶν φιλοφρονουμένων ἐκείνων βαρβάρων εἰ τοῦ βασιλέως ταῦτα φρονοῦντος διαλέγοιντο.
40.4
φασκόντων δὲ καὶ παρακαλούντων μὴ δεδιέναι μηδὲ ἀπιστεῖν, ἔπεμψέ τινας τῶν ἑταίρων πάλιν τὰς σημαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμαλώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸ σωθῆναι καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δὲ εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος, ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνεζεύγνυεν.
40.5
ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρʼ ὁντινοῦν τῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος, Δομίτιον δὲ Ἀηνόβαρβον ἐκέλευε τοῦτο ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε τὴν αἰτίαν· διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαι τῷ στρατηγῷ.
41.1
μέλλοντος δὲ αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρθων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοις πιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γεγονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοις γυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβαλεῖν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν,
41.2
ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆς πολιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις· ἔσεσθαι δὲ αὐτὸς ἡγεμὼν ὁδοῦ βραχυτέρας καὶ μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχούσης. ταῦτα ἀκούσας ὁ Ἀντώνιος ἐβουλεύετο, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖν ἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαν τῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμένας ἔσεσθαι τὴν πορείαν ἐπαινῶν πίστιν ᾔτει τὸν Μάρδον.