Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
65.4 ἐπιδὼν δὲ τὴν ἄλλην παράταξιν, ἐν πλοίῳ πρὸς τὸ δεξιὸν κομισθεὶς ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖς στενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶν νεῶν ἐπʼ ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτο μέχρι πολλοῦ πεπεισμένος ἀνεῖχε τὰς ἑαυτοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων ἀφεστώσας. ἕκτη δὲ ἦν ὥρα, καὶ πνεύματος αἰρομένου πελαγίου δυσανασχετοῦντες οἱ Ἀντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖς ὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν πεποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμον ἐκίνησαν·
65.5 ἰδὼν δὲ Καῖσαρ ἥσθη καὶ πρύμναν ἐκρούσατο τῷ δεξιῷ, βουλόμενος ἔτι μᾶλλον ἐκ τοῦ κόλπου καὶ τῶν στενῶν ἔξω τοὺς πολεμίους ἐπισπάσασθαι, καὶ περιπλέων εὐήρεσι σκάφεσι τοῖς ἑαυτοῦ συμπλέκεσθαι πρὸς ναῦς ὑπʼ ὄγκου καὶ πληρωμάτων ὀλιγότητος ἀργὰς καὶ βραδείας.
66.1 ἀρχομένου δὲ τοῦ ἀγῶνος ἐν χερσὶν εἶναι, ἐμβολαὶ μὲν οὐκ ἦσαν οὐδὲ ἀναρρήξεις νεῶν, τῶν μὲν Ἀντωνίου διὰ βάρος ῥύμην οὐκ ἐχουσῶν, ἣ μάλιστα ποιεῖ τὰς τῶν ἐμβόλων πληγὰς ἐνεργούς, τῶν δὲ Καίσαρος οὐ μόνον ἀντιπρῴρων συμφέρεσθαι πρὸς χαλκώματα στερεὰ καὶ τραχέα φυλασσομένων, ἀλλὰ μηδὲ κατὰ πλευρὰν ἐμβολὰς διδόναι θαρρουσῶν.
66.2 ἀπεθραύοντο γὰρ τὰ ἔμβολα ῥᾳδίως ᾗ προσπέσοιε σκάφεσι τετραγώνων ξύλων μεγάλων σιδήρῳ συνηρμοσμένων πρὸς ἄλληλα δεδεμένοις. ἦν οὖν πεζομαχίᾳ προσφερὴς ὁ ἀγών· τὸ δὲ ἀληθέστερον εἰπεῖν, τειχομαχία. τρεῖς γὰρ ἅμα καὶ τέσσαρες περὶ μίαν τῶν Ἀντωνίου συνείχοντο, γέρροις καὶ δόρασι καὶ κοντοῖς χρωμένων καὶ πυροβόλοις· οἱ δὲ Ἀντωνίου καὶ καταπέλταις ἀπὸ ξυλίνων πυργων ἔβαλλον.
66.3 Ἀγρίππου δὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνοντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμενος ἀπερρήγνυτο τῶν μέσων. θορυβουμένων δὲ τούτων καὶ συμπλεκομένων τοῖς περὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοινῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνίδιον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθησαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶ διὰ μέσου φεύγουσαι τῶν μαχομένων· ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλων, καὶ διεκπίπτουσαι ταραχὴν ἐποίουν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi