Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
6.5 ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δὲ ἄλλοις ἐπαχθής. καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε.
6.6 καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δι’ αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπʼ ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.
7.1 οὐ μὴν ἀλλʼ ε͂πανελθὼν ὁ Καῖσαρ ἐκ τῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεν αὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶ ἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος οὐδαμῆ διήμαρτεν. αὐτὸς μὲν οὖν μετʼ ὀλίγων ἀπὸ Βρεντεσίου διαπεράσας τὸν Ἰόνιον ἔπεμψεν ὀπίσω τὰ πλοῖα, Γαβινίῳ καὶ Ἀντωνίῳ τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦν κατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας.
7.2 Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθεὶς Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταὶς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους ὁπλίτας ἀνήχθη.
7.3 καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν.
7.4 ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi