Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
77.4 πιὼν δὲ παρῄνεσεν αὐτῇ τὰ μὲν ἑαυτῆς, ἂν ᾖ μὴ μετʼ αἰσχύνης, σωτήρια τίθεσθαι, μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν, αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν, ἐπιφανέστατος ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.
78.1 ὅσον δὲ ἀπολιπόντος αὐτοῦ Προκλήϊος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρ ἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸς Κλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δραμὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴν Ἀντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξεν ᾑμαγμένον.
78.2 ὁ δὲ ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ἀποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος.
78.3 ἐκ δὲ τούτου τὸν Προκλήϊον ἔπεμψε κελεύσας, ἢν δύνηται, μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν·
78.4 ἐγίνοντο δὲ λόγοι τῷ οἰκήματι προσελθόντος ἔξωθεν αὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλειμένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον ἐχούσας. καὶ διελέχθησαν ἡ μὲν αἰτουμένη τοῖς παισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶ πάντα πιστεύειν Καίσαρι κελεύων.
79.1 ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ· καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς αὐτὰς bracketed by Bekker. εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθʼ αὑτοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi