Thesauros Edebiyat biography Δίων

Δίων

Δίων Plutarch
28.3 ἐν τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν, πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρʼ αὐτὸν ἔνθεν μὲν ὁ ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος ὁ Ἀθηναῖος, ἐστεφανωμένοι.
28.4 τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δʼ ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακουσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας διʼ ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.
29.1 ἐπεὶ δὲ εἰσῆλθεν ὁ Δίων κατὰ τὰς Τεμενίτιδας πύλας, τῇ σάλπιγγι καταπαύσας τὸν θόρυβον, ἐκήρυξεν ὅτι Δίων καὶ Μεγακλῆς ἥκοντες ἐπὶ καταλύσει τῆς τυραννίδος ἐλευθεροῦσι Συρακουσίους καὶ τοὺς ἄλλους Σικελιώτας ἀπὸ τοῦ τυράννου.
29.2 βουλόμενος δὲ καὶ διʼ ἑαυτοῦ προσαγορεῦσαι τοὺς ἀνθρώπους ἀνῄει διὰ τῆς Ἀχραδινῆς, ἑκατέρωθεν παρὰ τὴν ὁδὸν τῶν Συρακουσίων ἱερεῖα καὶ τραπέζας καὶ κρατῆρας ἱστάντων, καὶ καθʼ οὓς γένοιτο προχύταις τε βαλλόντων καὶ προστρεπομένων ὥσπερ θεὸν κατευχαῖς.
29.3 ἦν δʼ ὑπὸ τὴν ἀκρόπολιν καὶ τὰ Πεντάπυλα, Διονυσίου κατασκευάσαντος, ἡλιοτρόπιον καταφανὲς καὶ ὑψηλόν. ἐπὶ τοῦτο προβὰς ἐδημηγόρησε καὶ παρώρμησε τοὺς πολίτας ἀντέχεσθαι τῆς ἐλευθερίας.
29.4 οἱ δὲ χαίροντες καὶ φιλοφρονούμενοι κατέστησαν ἀμφοτέρους αὐτοκράτορας στρατηγούς, καὶ προσείλοντο, βουλομένων καὶ δεομένων ἐκείνων, αὐτοῖς συνάρχοντας εἴκοσιν, ὧν ἡμίσεις ἦσαν ἐκ τῶν μετὰ Δίωνος ἀπὸ τῆς φυγῆς συγκατερχομένων.
29.5 τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον ὅτι δʼ ἡλιοτρόπιον ἦν ἐφʼ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν.
29.6 ἐκ τούτου τὰς μὲν Ἐπιπολὰς ἑλὼν τοὺς καθειργμένους τῶν πολιτῶν ἔλυσε, τὴν δὲ ἀκρόπολιν ἀπετείχισεν.
29.7 ἑβδόμῃ δʼ ἡμέρᾳ Διονύσιος κατέπλευσεν εἰς τὴν ἀκρόπολιν, καὶ Δίωνι προσῆγον ἅμαξαι πανοπλίας ἃς Συνάλῳ κατέλιπε.
29.8 ταύτας διένειμε τοῖς πολίταις, τῶν δʼ ἄλλων ἕκαστος ἑαυτὸν, ὡς δυνατὸν ἦν, ἐκόσμει καὶ παρεῖχεν ὁπλίτην πρόθυμον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi