Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
13.3 ἡ δὲ Πορκία θυγάτηρ μὲν, ὥσπερ εἴρηται, Κάτωνος ἦν, εἶχε δʼ αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε κόρην οὖσαν ἔτι καί παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα· καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων Βρούτου γεγραμμένον ὑπʼ αὐτοῦ διασῴζεται.
13.4 φιλόστοργος δʼ ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν.
13.5 λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.
13.6 ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως·
13.7 ἐγὼ,Βροῦτε, Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καί τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δὲ ἀνιαρῶν.
13.8 τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρʼ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;
13.9 οἶδʼὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον ἀλλʼ,ʼ ἔστι τίς, ὦ Βροῦτε, καί τροφῆς ἀγαθῆς καί ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς·
13.10 ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δʼ ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι.
13.11 ταῦτʼ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δʼ ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.
14.1 προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi