Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
15.4 αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, συνεύχομαι, φησὶν, ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν· οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτʼ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν.
15.5 ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.
15.6 ἡγὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπʼ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.
15.7 τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτʼ ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλʼ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δʼ αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.
15.8 αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.
15.9 οὐ μὴν ἀλλʼ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρʼ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδʼ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.
16.1 ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλʼ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν.
16.2 ἐκβάντι δʼ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi