Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
41.7 καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθʼ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέ τε τεθνάναι.
41.8 τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.
42.1 οἱ δὲ μὴκυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπἐτρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶνχερσὶν conjectured by Sintenis and Bekker: χερσῖν. τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθʼ ἑαυτῶν ἔχοντες τὸν Βροῦτον·
42.2 ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός. εἰς γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλʼ ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δʼ εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος.
42.3 Ἀντώνιός τε γὰρ, ὥς φασιν, ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν.
42.4 ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν ὁ Βροῦτος, ὥσπερ ὁ Κάσσιος κρατεῖσθαι.
42.5 καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος· ἐπεὶ τῆς γε νίκης ὅρον ὃ Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν.
42.6 ἀναχωρῶν δʼ ὁ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν· ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi