Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
6.8 τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλʼ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.
6.9 πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.
6.10 μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας·
6.11 τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνοις καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία Βροῦτος ἦν.
6.12 καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι, καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.
7.1 ἐπεὶ δὲ πλειόνων στρατηγιῶν οὐσῶν τὴν μέγιστον ἔχουσαν ἀξίωμα, καλουμένην δὲ πολιτικήν, ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος, οἱ μὲν αὐτοὺς λέγουσιν ἐξ αἰτιῶν προτέρων ἡσυχῇ διαφερομένους ἔτι μᾶλλον ὑπὲρ τούτου διαστασιάσαι, καίπερ οἰκείους ὄντας· Ἰουνίᾳ γὰρ, ἀδελφῇ Βρούτου, συνῴκει Κάσσιος·
7.2 οἱ δὲ Καίσαρος ἔργον γενέσθαι τὴν φιλονεικίαν ταύτην, ἑκατέρῳ κρύφα διʼ ἐλπίδων ἐνδιδόντος ἑαυτόν, ἄχρι οὗ προαχθέντες οὕτω καὶ παροξυνθέντες εἰς ἀγῶνα κατέστησαν.
7.3 ἠγωνίζετο δὲ Βροῦτος εὐκλείᾳ καὶ ἀρετῇ πρὸς πολλὰ τοῦ Κασσίου καὶ λαμπρὰ τὰ Παρθικὰ νεανιεύματα.
7.4 Καῖσαρ δʼ ἀκούσας καὶ βουλευόμενος ἐν τοῖς φίλοις εἶπε· δικαιότερα μὲν λέγει Κάσσιος, Βρούτῳ δὲ τὴν πρώτην δοτέον.
7.5 ἀπεδείχθη δὲ Κάσσιος ἐφʼ ἑτέρᾳ στρατηγός, οὐ τοσοῦτον εὐνοίας ἔχων διʼ ἣν ἔλαβεν ὅσον ὀργῆς ὧν ἀπέτυχε.
7.6 Βροῦτος δὲ καὶ τἆλλα μετεῖχε τῆς Καίσαρος δυνάμεως ὅσον ἐβούλετο. βουλομένῳ γὰρ ὑπῆρχεν εἶναι τῶν φίλων πρώτῳ καὶ δύνασθαι πλεῖστον·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi