15.3
αὐτός τε οὖν ἀποδέχομαι τὸ μειράκιον ἐγνωκὼς εἰς ἅπαντα χρῆσθαι, καὶ ὑμᾶς ἀξιῶ φίλον νομίζειν. τούτους τοὺς λόγους ὑπόθεσιν λαβόντες οἱ φθονεροὶ καὶ κακοήθεις διημιλλῶντο ταῖς ἐπιστολαῖς ἀλλήλοις, πολλὰ καὶ δυσχερῆ κατὰ τοῦ Ἀράτου τῷ Πτολεμαίῳ γράφοντες, ὥστε κἀκεῖνον ἐγκαλοῦντα πέμψαι. ταῖς μὲν οὖν περιμαχήτοις καὶ διαπύροις τοξευομέναις ἔρωσι φιλίαις βασιλέων καὶ τυράννων τοσοῦτον προσῆν φθόνου καὶ κακοηθείας.
16.1
ὁ δὲ Ἄρατος αἱρεθεὶς στρατηγὸς τὸ πρῶτον ὑπὸ τῶν Ἀχαιῶν τὴν μὲν ἀντιπέρας Λοκρίδα καὶ Καλυδωνίαν ἐπόρθησε, Βοιωτοῖς δὲ μετὰ μυρίων στρατιωτῶν βοηθῶν ὑστέρησε τῆς μάχης, ἣν ὑπὸ Αἰτωλῶν περὶ Χαιρώνειαν ἡττήθησαν, Ἀβοιωκρίτου τε τοῦ βοιωτάρχου καὶ χιλίων σὺν αὐτῷ πεσόντων.
16.2
ἐνιαυτῷ δὲ ὕστερον αὖθις στρατηγῶν ἐνίστατο τὴν περὶ τὸν Ἀκροκόρινθον πρᾶξιν, οὐ Σικυωνίων οὐδʼ Ἀχαιῶν κηδόμενος, ἀλλὰ κοινήν τινα τῆς Ἑλλάδος ὅλης τυραννίδα, τὴν Μακεδόνων φρουράν, ἐκεῖθεν ἐξελάσαι διανοούμενος.
16.3
Χάρης μὲν γὰρ ὁ Ἀθηναῖος ἔν τινι μάχῃ πρὸς τοὺς βασιλέως στρατηγοὺς εὐτυχήσας ἔγραψε τῷ δήμῳ τῶν Ἀθηναίων ὡς νενικήκοι τῆς ἐν Μαραθῶνι μάχης ἀδελφήν ταύτην δὲ τὴν πρᾶξιν οὐκ ἂν ἁμάρτοι τις ἀδελφήν προσειπὼν τῆς Πελοπίδου τοῦ Θηβαίου καὶ Θρασυβούλου τοῦ Ἀθηναίου τυραννοκτονίας, πλὴν ὅτι τῷ μὴ πρὸς Ἕλληνας, ἀλλὰ ἐπακτὸν ἀρχὴν γεγονέναι καὶ ἀλλόφυλον αὕτη διήνεγκεν.
16.4
ὁ μὲν γὰρ Ἰσθμός ἐμφράσσων τὰς θαλάσσας, εἰς ταὐτὸ συνάγει τὼ τόπῳ τὼ τύπω Capps: τῷ τόπῳ. καὶ συνάπτει τὴν ἤπειρον ἡμῶν, ὁ δὲ Ἀκροκόρινθος, ὑψηλὸν ὄρος, ἐκ μέσης ἀναπεφυκὼς τῆς Ἑλλάδος, ὅταν λάβῃ φρουράν, ἐνίσταται καὶ ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμιξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε κατὰ γῆν καὶ κατὰ θάλατταν,
16.5
καὶ ἕνα κύριον ποιεῖ τὸν ἄρχοντα καὶ κατέχοντα φρουρᾷ τὸ χωρίον, ὥστε μὴ παίζοντα δοκεῖν τὸν νεώτερον Φίλιππον, ἀλλʼ ἀληθῶς, ἑκάστοτε πέδας τῆς Ἑλλάδος τὴν Κορινθίων πόλιν προσαγορεύειν.