Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
21.4 καί πως ἔτι πρόσωθεν αὐτοῖς ἀπήντα σὺν φωτὶ φυλακὴ τεσσάρων ἀνδρῶν οὐ καθορωμένοις ἔτι γὰρ ἦσαν ἐν τῷ σκιαζομένῳ τῆς σελήνης· ἐκείνους δὲ προσιόντας ἐξ ἐναντίας καθορῶσι. μικρὸν οὖν ὑποστείλας τειχίοις τισὶ καὶ οἰκοπέδοις, ἐνέδραν ἐπὶ τοὺς ἄνδρας καθίζει, καὶ τρεῖς μὲν αὐτῶν ἐμπεσόντες ἀποθνῄσκουσιν, ὁ δὲ τέταρτος πληγεὶς ξίφει τήν κεφαλήν ἔφυγε, βοῶν ἔνδον εἶναι τοὺς πολεμίους.
21.5 καὶ μετὰ μικρὸν αἵ τε σάλπιγγες ἐπεσήμαινον, ἥ τε πόλις ἐξανίστατο πρὸς τὰ γινόμενα, πλήρεις τε ἦσαν οἵ στενωποὶ διαθεόντων, καὶ φῶτα πολλὰ, τὰ μὲν κάτωθεν ἤδη, τὰ δὲ ἄνωθεν ἀπὸ τῆς ἄκρας περιέλαμπε, καὶ κραυγὴ συνερρήγνυτο πανταχόθεν ἄσημος.
22.1 ἐν τούτῳ δὲ ὁ μὲν Ἄρατος ἐμφὺς τῇ πορείᾳ παρὰ τὸ κρημνῶδες ἡμιλλᾶτο, βραδέως καὶ ταλαιπώρως τὸ πρῶτον, οὐ κατακρατῶν, ἀλλʼ ἀποπλανώμενος τοῦ τρίβου παντάπασιν ἐνδεδυκότος καὶ πεοισκιαζομένου ταῖς τραχύτησι καὶ διὰ πολλῶν ἑλιγμῶν καὶ παραβολῶν περαίνοντος πρὸς τὸ τεῖχος, εἶτα θαυμάσιον οἷον ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολαμποῦσα, ὑπολαμποῦσα Coraës and Bekker, adopting an anonymous conjecture: ὑπολαβοῦσα. τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν, ἕως ἥψατο τοῦ τείχους καθʼ ὃν ἔδει τόπον· ἐκεῖ δὲ πάλιν συνεσκίασε καὶ ἀπέκρυψε νεφῶν συνελθόντων.
22.2 οἱ δὲ περὶ τὰς πύλας ἔξω περὶ τὸ Ἡραῖον ἀπολειφθέντες τοῦ Ἀράτου στρατιῶται, τριακόσιοι τὸ πλῆθος ὄντες, ὥς ποτε παρεισέπεσον εἰς τὴν πόλιν θορύβου τε παντοδαποῦ καὶ φώτων γέμουσαν, οὐ δυνηθέντες ἐξανευρεῖν τὸν αὐτὸν τρίβον οὐδʼ εἰς ἴχνος ἐμβῆναι τῆς ἐκείνων πορείας, ἔπτηξαν ἀθρόοι πρός τινι παλινσκίῳ λαγόνι τοῦ κρημνοῦ συστείλαντες ἑαυτούς, καὶ διεκαρτέρουν ἐνταῦθα περιπαθοῦντες καὶ δυσανασχετοῦντες.
22.3 βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει, διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγκεχυμένη καὶ ἄδηλος ὅθεν εἴληφε τὴν ἀρχήν, διαπορούντων δὲ αὐτῶν ἐφʼ ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi