Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
29.4 γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, καταληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χιλίους πεντακοσίους. ὁ δὲ Ἄρατος οὕτω λαμπρῶς εὐτυχήσας καὶ μηδένα τῶν αὐτοῦ στρατιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδὲ ἠλευθέρωσε, τῶν περὶ Ἀγίαν καὶ τὸν νεώτερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισπεσόντων καὶ κατασχόντων τὰ πράγματα.
29.5 τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμολοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους καὶ διεξιόντων, ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία παρὰ τὰς μάχας, κάρος δὲ προσπίπτοι καὶ ἴλιγγος ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύνθημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατήγων καὶ λοχαγῶν, μή τις αὐτοῦ χρεία παρόντος βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους, ἀπέρχοιτο καραδοκήσων πόρρωθεν τὸ συμβησόμενον.
29.6 ταῦτα γὰρ οὕτως ἴσχυσεν ὥστε καὶ τοὺς φιλοσόφους ἐν ταῖς σχολαῖς ζητοῦντας εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραίνεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσκρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος, ὀνομάζειν ἀεὶ τὸν Ἄρατον ὡς ἀγαθὸν μὲν ὄντα στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας.
30.1 ὡς δʼ οὖν τὸν Ἀρίστιππον ἀνεῖλεν, εὐθὺς ἐπεβούλευσε Λυδιάδῃ τῷ Μεγαλοπολίτῃ τυραννοῦντι τῆς ἑαυτοῦ πατρίδος, ὁ δὲ οὐκ ὢν ἀγεννὴς οὐδὲ ἀφιλότιμος τὴν φύσιν, οὐδὲ ὥσπερ οἱ πολλοὶ τῶν μονάρχων ἀκρασίᾳ. καὶ πλεονεξίᾳ πρὸς ταύτην ῥυεὶς τὴν ἀδικίαν, ἀλλʼ ἐπαρθεὶς ἔρωτι δόξης ἔτι νέος καὶ λόγους ψευδεῖς καὶ κενοὺς λεγομένους περὶ τυραννίδος, ὡς μακαρίου καὶ θαυμαστοῦ πράγματος, εἰς μέγα φρόνημα παραδεξάμενος ἀνοήτως, καὶ καταστήσας ἑαυτὸν τύραννον ταχὺ μεστὸς ἦν τῆς ἐκ μοναρχίας βαρύτητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi