Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
45.6 τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρʼ Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλʼ Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται, καὶ δοκεῖ διʼ ἐκεῖνον ἡ μὲν ἐρατεινὴ Μαντίνεια παντάπασιν ἐξαληλίφθαι, διαμένει δὲ ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.
46.1 ἐκ τούτου Κλεομένης μὲν ἡττηθεὶς μάχῃ μεγάλῃ περὶ Σελλασίαν ἐξέλιπε τὴν Σπάρτην καὶ ἀπέπλευσεν εἰς Αἴγυπτον, Ἀντίγονος δὲ πάντα τὰ δίκαια καὶ φιλάνθρωπα τῷ Ἀράτῳ πεποιηκὼς ἀνέζευξεν εἰς Μακεδονίαν, κἀκεῖ νοσῶν ἤδη τὸν διάδοχον τῆς βασιλείας Φίλιππον, οὔπω πάνυ μειράκιον ὄντα, πέμπων εἰς Πελοπόννησον Ἀράτῳ μάλιστα προσέχειν ἐκέλευσε καὶ διʼ ἐκείνου ταῖς πόλεσιν ἐντυχεῖν καὶ γνωρισθῆναι τοῖς Ἀχαιοῖς.
46.2 καὶ μέντοι καὶ παραλαβὼν αὐτὸν ὁ Ἄρατος οὕτως διέθηκεν ὥστε πολλῆς μὲν εὐνοίας πρὸς αὐτόν, πολλῆς δὲ πρὸς τὰς Ἑλληνικὰς πράξεις φιλοτιμίας καὶ ὁρμῆς μεστὸν εἰς Μακεδονίαν ἀποστεῖλαι.
47.1 τελευτήσαντος δὲ Ἀντιγόνου καταφρονήσαντες Αἰτωλοὶ τῶν Ἀχαιῶν διὰ τὴν ῥᾳθυμίαν ἐθισθέντες γὰρ ἀλλοτρίαις σώζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον ἐπέθεντο τοῖς κατὰ Πελοπόννησον πράγμασι· καὶ τὴν μὲν Πατρέων καὶ Δυμαίων λεηλασίαν ὁδοῦ πάρεργον ἐποιήσαντο, τὴν δὲ Μεσσήνην ἐμβαλόντες ἐπόρθουν.
47.2 ἐφʼ οἷς ὁ Ἄρατος ἀγανακτῶν καὶ τὸν στρατηγοῦντα τότε τῶν Ἀχαιῶν Τιμόξενον ὁρῶν ὀκνοῦντα καὶ διατρίβοντα τὸν χρόνον, ἤδη τῆς στρατηγίας αὐτῷ τελευτώσης, αὐτὸς ᾑρημένος ἄρχειν μετʼ ἐκεῖνον προέλαβεν ἡμέραις πέντε τὴν ἀρχὴν ἕνεκα τοῦ βοηθῆσαι Μεσσηνίοις. καὶ συναγαγὼν τοὺς Ἀχαιούς τοῖς τε σώμασιν ἀγυμνάστους ὄντας καὶ ταῖς διανοίαις ἐκλελυμένους πρὸς τὸν πόλεμον ἡττᾶται περὶ Καφύας·
47.3 καὶ θυμικώτερον ἐστρατηγηκέναι δόξας οὕτως αὖ πάλιν ἀπημβλύνθη καὶ προήκατο τὰ πράγματα καὶ τὰς ἐλπίδας, ὥστε πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας ἐν τῇ Πελοποννήσῳ μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi