Thesauros Edebiyat biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
3.2 εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δὲ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερʼ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις.
3.3 ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου.
3.4 κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν, οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως.
3.5 μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.
4.1 ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθʼ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε.
4.2 βασιλέως δὲ ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρʼ αὐτοῦ, τὰ δὲ Τισαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi