30.3
οἱ δὲ ταῦτα καθʼ ἡμέραν ἐκφέρειν δοκοῦντες ὡς ἀπόρρητα, καὶ τὰ μὲν μέλλειν, τὰ δὲ ὅσον οὔπω πράσσειν βασιλέα λέγοντες, οὕτως ἐξέπληξαν τὸν ἄνθρωπον καὶ τοσαύτην ἐνέβαλον πτοίαν αὐτῷ καὶ ταραχὴν καὶ δυσθυμίαν εἰς τοὺς λογισμούς, ὥστε φάρμακον σκευάσαντα τῶν θανασίμων καὶ πιόντα τοῦ ζῆν ἀπαλλαγῆναι.
30.4
πυθόμενος δὲ ὁ βασιλεὺς τὸν τρόπον τῆς τελευτῆς, ἐκεῖνον μὲν ἀπέκλαυσε, τὴν δʼ αἰτίαν ὑπώπτευεν. ἐλέγχειν δὲ καὶ ζητεῖν ἐξαδυνατῶν διὰ γῆρας ἔτι μᾶλλον ἠσπάζετο τὸν Ἀρσάμην, καὶ δῆλος ἦν μάλιστα πιστεύων ἐκείνῳ καὶ παρρησιαζόμενος. ὅθεν οἱ περὶ τὸν Ὦχον οὐκ ἀνεβάλοντο τὴν πρᾶξιν, ἀλλʼ Ἀρπάτην υἱὸν Τηριβάζου παρασκευάσαντες ἀπέκτειναν διʼ ἐκείνου τὸν ἄνθρωπον.
30.5
ἦν μὲν οὖν ἐπὶ ῥοπῆς μικρᾶς ὁ Ἀρτοξέρξης διὰ τὸ γῆρας ἤδη τότε· προσπεσόντος δὲ αὐτῷ τοῦ περὶ τὸν Ἀρσάμην πάθους οὐδὲ ὀλίγον ἀντέσχεν, ἀλλʼ εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα, δόξας δὲ πρᾶος εἶναι καὶ φιλυπήκοος οὐχ ἥκιστα διὰ τὸν υἱὸν Ὦχον ὠμότητι καὶ μιαιφονίᾳ πάντας ὑπερβαλόμενον.