Thesauros Edebiyat biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
5.3 τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλʼ ἢ μητρὸς βασιλέως ἢ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπʼ αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς ἡ βασίλεια.
6.1 τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ὡς λαμπρὸν ἄνδρα τῇ ψυχῇ καὶ πολεμικὸν διαφερόντως καὶ φιλέταιρον ᾤοντο τὰ πράγματα ποθεῖν, καὶ τὸ μέγεθος τῆς ἡγεμονίας βασιλέως δεῖσθαι φρόνημα καὶ φιλοτιμίαν ἔχοντος.
6.2 οὐχ ἧττον οὖν τοῖς ἄνω πιστεύων ὁ Κῦρος ἢ τοῖς περὶ αὑτόν ἐπεχείρει τῷ πολέμῳ· καὶ Λακεδαιμονίοις ἔγραφε παρακαλῶν βοηθεῖν καὶ συνεκπέμπειν ἄνδρας, οἷς ἔφη δώσειν, ἂν μὲν πεζοὶ παρῶσιν, ἵππους, ἂν δὲ ἱππεῖς, συνωρίδας· ἐὰν δʼ ἀγροὺς ἔχωσι, κώμας· ἐὰν δὲ κώμας, πόλεις· μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, ἀλλὰ μέτρον ἔσεσθαι.
6.3 μεγαληγορῶν δὲ περὶ αὑτοῦ πολλά καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν καὶ φιλοσοφεῖν μᾶλλον καὶ μαγεύειν βέλτιον, οἶνον δὲ πλείονα πίνειν καὶ φέρειν ἐκεῖνον δὲ ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν τοῖς κυνηγεσίοις μηδὲ ἐφʼ ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδὲ ἐπὶ τοῦ θρόνου καθῆσθαι. Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες.
6.4 ὁ δὲ Κῦρος ἀνέβαινεν ἐπὶ βασιλέα βαρβαρικήν τε πολλὴν ἔχων δύναμιν καὶ μισθοφόρους Ἕλληνας ὀλίγῳ τρισχιλίων καὶ μυρίων ἀποδέοντας, ἄλλας ἐπʼ ἄλλαις ποιούμενος προφάσεις τῆς στρατείας. οὐ μὴν ἔλαθέ γε εἰς πολὺν χρόνον, ἀλλʼ ἧκε βασιλεῖ Τισαφέρνης αὐτάγγελος· καὶ πολὺς θόρυβος εἶχε τὰ βασίλεια, τῆς τε Παρυσάτιδος τὴν πλείστην αἰτίαν τοῦ πολέμου φερομένης, καὶ τῶν φίλων αὐτῆς ἐν ὑποψίαις ὄντων καὶ διαβολαῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi