Thesauros Edebiyat biography Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς Plutarch
17 καθόλου δʼ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας· ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷον μὴ γεύεσθαι μελανούρων τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. μὴ ζυγὸν ὑπερβαίνειν; τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. μὴ ἐπὶ χοίνικος καθίσαι ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν corr. H: παρασκευάσωμεν τροφήν. μὴ παντὶ ἐμβάλλειν δεξιάν ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν. μὴ φορεῖν στενὸν δακτύλιον; ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖνὡς μὴ δεῖν scripsi: καὶ μὴ δεῖν προσάπτειν αὐτόν. πῦρ σιδήρῳ μὴ σκαλεύειν; ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ γὰρ προσῆκεν, ἀλλʼ ὑπείκειν τοῖς ὀργιζομένοις. μὴ ἐσθίειν καρδίαν ἤτοιἤτοι add. H ex Mantissa Provv. apud Leutschium vol. 2 p. 760 μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. κυάμων ἀπέχεσθαι ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι διʼ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς. σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν· ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δʼ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας, τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότηταϝεότητα] add. ἐπονείδιστον Schneiderus ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δʼ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος λέγοντες, ζῆν οὐ παραζῆν προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν. καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν; καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δʼ ὑπερόπται, ὡς ἐκ λυρικῆς scribendum vid λυτικῆς. Noti sunt praeceptores λυτικοί τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθʼ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆςκαὶ ψυχῆς] καὶ ψευδῆ καὶ? ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθʼ ὑβρίζεσθαι δοκοῦντες, ὅτι μάτην παρατρέφονται. ὥστʼ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δʼ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γάρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi