Thesauros Edebiyat biography Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς Plutarch
3 ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο. τὸ ποῖον; ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ παράπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν συνουσιασμόν. φίλοινοι γὰρ καὶ μεθυστικοὶ γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ ποιησάμενοι τύχωσιν. καὶ Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν νεανίσκε ἔφησεν, ὁ πατήρ σε μεθύων ἔσπειρε καὶ περὶ μὲν τῆς γενέσεως τοσαῦτʼ εἰρήσθω μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ δὴ λεκτέον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi