Thesauros Edebiyat biography Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν. Plutarch
4 ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ. καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος πεποίηκεν ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,Meinek. IV p. 131 θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί ἄριστα δʼ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται· καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων· προσυνίστησι μὲν οὕτως αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθονHomer. ζ 148 καὶ τόνδʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάςid. B 189 ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τʼ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς προείρηκεν ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον· τῷ τʼ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιοHomer. A 225 τὴν αὑτοῦ κρίσιν ὑπειπὼν Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν id. A 223 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετʼ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,id. Ψ 24 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύνid. θ 329 , ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρηid. Θ 198 , ἐπὶ δὲ τῆς Πανδάρου τοξείας ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθενid. Δ 104 αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος· ἑτέρας δʼ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης Εὐριπίδης] Nauck. p. 389 εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ προσηλῶσαι παρὰ δʼ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δʼ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπʼ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δʼ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ τινὰ H: τινὸς κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾄσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν γυναικοκρατίαν Meziriacus ἀγαπῶντας εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάςHom. θ 249 . διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,id. θ 492 καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, Hom. O 32 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μʼ ἀπάτησας ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν ἐν τῇ διαφορᾷ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις πόλλʼ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. Nauck. p. 345 τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς καὶ πάλιν χρυσοῦ σε πλήθει, τούσδε δʼ οὐ χαίρειν χρεών σκαιὸν τὸ τὸ Stobaeus Flor. 93, 7 (Nauck. p. 542): γε πλουτεῖν κἄλλο μηδὲν εἰδέναι καὶ τί δῆτα θύειν θύειν Cobetus: οὗσιν δεῖ σε κατθανούμενονNauck p. 694 ἄμεινον· οὐδεὶς κάματος εὐσεβεῖν θεούς. τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δʼ εἴρηται μὲν ἀτόπως εὐθὺς δʼ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπʼ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλʼ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους. δεχομένους (sc. ταῦτα) scripsi: λεγομένοις εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαιHomer. H 358 καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα θεοὶ ῥεῖα ζώοντεςid. Z 138 καὶ τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάνταid. ζ 46 καί ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι; id. Ω 525 ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν. αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτωνNauck. p. 519 σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοίid. p. 355 , βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόνIsthm. IV 48 , ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι τὸ πὰρ δίκαν Isthm. VII. 47 γλυκὺ πικροτάτα μένει τελευτά γλυκὺ Pindarus: γλυκεὶ , καὶ τοῦ Σοφοκλέους τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ ἴῃBrunckius: εἴη Nauck p. 246 , καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοιNauck. p. 246 πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς ἔς Stobaeus Flor. 91, 27: πρός τε τἄβατα τἄβατα καὶ πρὸς τὰ βατὰ Stephanus: τὰ βατὰ καὶ πρὸς τ’ ἄβατα id. p. 118 καὶ πρὸς τὰ βατὰ κἄπωθεν κἄπωθεν ὤν scripsi: καὶ ὁπόθεν ὤν· πένης δʼ δ’ add. R ἀνὴρ οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν. καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτʼ ἐστὶ γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρNauck. p. 247 οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖid. p. 247 καί ἀλλὰ τῶν πολλῶν καλῶν id. p. 207 τίς χάρις, εἰ κακόβουλος φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον; ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει Meinek. IV p. 266 τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖid. IV p. 282 ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. id. III p. 518 τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν τὸ φαγεῖν τὸ πιεῖν H ex p. 445 f.: τὸ πεῖεν τὸ φαγεῖν τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν , ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, αὐτός ἔφη καλὸς κἀγαθὸς γενόμενος δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας ὡς τρισόλβιοιNauck. p. 247 κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη μόλωσʼ ἐς ᾍδου· ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά Διογένης δʼ ἀκούσας τι τοιοῦτο τί λέγεις; ἔφη. κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται; Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα μαινάδα] Bergk. 3 p. 620 θυιάδα θυιάδα idem: θυάδα φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε τοιαύτη σοι θυγάτηρ γένοιτο. χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν Theogn. 177 οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi