5
δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλʼ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας ὅμως καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι τοῦτό νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι, Homer. δ 197 κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν καὶ ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, id. Ω 525 ζώειν ἀχνυμένοις οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε δειλοὺς καὶ ὀιζυροὺς προσαγορεύειν.