Thesauros Edebiyat biography Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν Plutarch
10 ἀκολουθεῖ δὲ τούτοις τὸ περὶ τῶν προβλημάτων παράγγελμα. δεῖ γὰρ τὸν ἐπὶ δεῖπνον ἥκοντα τοῖς παρακειμένοις χρῆσθαι καὶ μηδὲν αἰτεῖν ἄλλο μηδʼ ἐξελέγχειν ὁ δʼ ἐπὶ λόγων ἀφιγμένος ἑστίασιν, ἂν μὲν ἐπὶ ῥητοῖς, ἀκροάσθω σιωπῇ τοῦ λέγοντος οἱ γὰρ εἰς ἄλλας ὑποθέσεις ἐξάγοντες καὶ παρεμβάλλοντες ἐρωτήματα καὶ προσδιαποροῦντες, οὐχ ἡδεῖς οὐδʼ εὐσυνάλλακτοι πρὸς ἀκρόασιν ὄντες, ὠφελοῦνται μὲν οὐδέν, τὸν δὲ λέγοντα καὶ τὸν λόγον ὁμοῦ συνταράττουσιν · ὅταν δὲ τοὺς ἀκούοντας ὁ λέγων ἐρωτᾶν καὶ προβάλλειν κελεύσῃ, χρήσιμόν τι δεῖ καὶ ἀναγκαῖον ἀεὶ προβάλλοντα φαίνεσθαι. ὁ μὲν γὰρ Ὀδυσσεὺς καταγελᾶται παρὰ τοῖς μνηστῆρσιν αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·Homer. ρ 222 μεγαλοψυχίας γὰρ ἡγοῦνται σημεῖον, ὡς τὸ διδόναι τι τῶν μεγάλων, καὶ τὸ αἰτεῖν. μᾶλλον δʼ ἄν τις ἀκροατοῦ καταγελάσειεν εἰς μικρὰ καὶ γλίσχρα προβλήματα τὸν διαλεγόμενον κινοῦντος, οἷα τερθρευόμενοί τινες τῶν νέων καὶ παρεπιδεικνύμενοι διαλεκτικὴν ἢ μαθηματικὴν ἕξιν εἰώθασι προβάλλειν περὶ τῆς τῶν ἀορίστων τομῆς, καὶ τίς ἡ κατὰ πλευρὰν ἢ κατὰ διάμετρον κίνησις. πρὸς οὓς ἔστιν εἰπεῖν τὸ ὑπὸ Φιλοτίμου πρὸς τὸν ἔμπυον καὶ φθισιῶντα ῥηθέν. ἐπεὶ γὰρ ἐλάλησεν αὐτῷ φαρμάκιον αἰτῶν πρὸς παρωνυχίαν, αἰσθόμενος ἀπὸ τῆς χρόας καὶ τῆς ἀναπνοῆς τὴν διάθεσιν οὐκ ἔστι σοι φησὶν ὦ βέλτιστε περὶ παρωνυχίας ὁ λόγος. οὐδέ σοὶ τοίνυν, ὦ νεανία, περὶ τοιούτων ζητημάτων ὥρα σκοπεῖν, ἀλλὰ πῶς οἰήματος καὶ ἀλαζονείας ἐρώτων τε καὶ φλυαρίας ἀπολυθεὶς εἰς βίον ἄτυφον καὶ ὑγιαίνοντα καταστήσεις σαυτόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi