Thesauros Edebiyat biography Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν Plutarch
14 οἱ δὲ τοῦ μὲν λέγοντος οἴονταί τι ἔργον εἶναι, τοῦ δʼ ἀκούοντος οὐδέν, ἀλλʼ ἐκεῖνον μὲν ἀξιοῦσιν ἥκειν πεφροντικότα καὶ παρεσκευασμένον, αὐτοὶ δʼ ἄσκεπτοι καὶ ἀφρόντιδες τῶν καθηκόντων ἐμβαλόντες καθέζονται καθάπερ ἀτεχνῶς ἐπὶ δεῖπνον ἥκοντες. εὖ παθεῖν πονουμένων ἑτέρων. καίτοι καὶ συνδείπνου τι χαρίεντος ἔργον ἐστί, πολὺ δὲ μᾶλλον ἀκροατοῦ. κοινωνὸς γάρ ἐστι, τοῦ λόγου καὶ συνεργὸς τοῦ λέγοντος, καὶ οὐ τὰ μὲν ἐκείνου πλημμελήματα πικρῶς ἐξετάζειν ὀφείλει κατὰ ῥῆμα καὶ πρᾶγμα προσάγων προσάγων R: προάγων τὴν εὐθύνην, αὐτὸς δʼ ἀνευθύνως, ἀσχημονεῖν καὶ πολλὰ σολοικίζειν περὶ τὴν ἀκρόασιν, ἀλλʼ ὥσπερ ἐν τῷ σφαιρίζειν τῷ βάλλοντι δεῖ συγκινούμενον εὐρύθμως φέρεσθαι τὸν δεχόμενον, οὕτως ἐπὶ τῶν λόγων ἔστι τις εὐρυθμία καὶ περὶ τὸν λέγοντα καὶ περὶ τὸν ἀκροώμενον, ἂν ἑκάτερος τὸ προσῆκον αὑτῷ φυλάττῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi