Thesauros Edebiyat biography Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν

Περὶ τοῦ ἀκούειν Plutarch
4 πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δʼ ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδʼ ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένου μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλʼ ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον, εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ καὶ ἢ καὶ R ἀφελεῖν. οἱ δʼ εὐθὺς ἀντικόπτοντες, οὔτʼ ἀκούοντες οὔτʼ ἀκουόμενοι λέγοντες δὲ πρὸς λέγοντας, ἀσχημονοῦσιν· ὁ δʼ ἐγκρατῶς καὶ μετʼ αἰδοῦς ἀκούειν ἐθισθεὶς τὸν μὲν ὠφέλιμον λόγον ἐδέξατο καὶ κατέσχε, τὸν δʼ ἄχρηστον ἢ ψευδῆ μᾶλλον διεῖδε καὶ κατεφώρασε, φιλαλήθης φανείς, οὐ φιλόνεικος οὐδὲ προπετὴς καὶ δύσερις. ὅθεν οὐ κακῶς ἔνιοι λέγουσιν ὅτι δεῖ τῶν νέων μᾶλλον ἐκπνευματοῦν τὸ οἴημα καὶ τὸν τῦφον ἢ τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐγχέαι τι βουλομένους χρήσιμον εἰ δὲ μή, γέμοντες ὄγκου καὶ φυσήματος οὐ προσδέχονται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi