33
οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; καὶ τὸ νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα, διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος, ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην, Homer. I 461 ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς id. N 116 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι καὶ Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ id. E 171 καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ; σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; Eurip. Phoen. 168 καὶ ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; id. Herc. f. 1250 οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, κολαστικόν scripsi: κελευστικόν ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετʼ ὀργῆς τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα; φυλακτέον οὖν ἑτέρους εΤέρους] τὸ ἑτέρους R ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, Homer. E 800 καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;Nauck. p. 653