Thesauros Edebiyat biography Περί πολυφιλίας

Περί πολυφιλίας

Περί πολυφιλίας Plutarch
4 διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ ἀεὶ] δεῖ W μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, συνήθη καλόν] συνήθη H ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι δοκιμάζοντας δοκιμάσαντας R .
5 ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, ὁμολογῶ εἶπεν ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν, οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας ἐν πολλῷ κριθεῖσαν. ἆρʼ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων Homer. Ψ 78 βουλὰς ἑζόμενοι βουλεύσομεν καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος οὐδέ κεν ἄλλο Homer. δ 179 ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρὶν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε κατʼ Ἐμπεδοκλέα Ἐμπεδοκλέα] Mullach. 1 p. 6 τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν, ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δʼ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν· δυσωπίαν] δυσκολίαν Emperius τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν. ἄλλον τρόπον γὰρ ἄλλων ἐγείρει φροντὶς ἀνθρώπωνBergk. 3 p. 721 οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν οἵ τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δʼ ἀντιπίπτουσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi