6
καίτοι κἂν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἢ πολιτευομένοις ἢ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις. ἂν δʼ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν, πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ, Soph. OR 4 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων ἡ πολυφιλία, πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ δʼ ἄτοπον, ἑνὶ δʼ ὑπουργοῦντα προσκρούειν πολλοῖς ἀνιαρὸν οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέωςMeinek. IV p. 282 Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως δέχονται παρʼ αὐτῶν ἐξελαθόμην ἠγνόησα ὁ δὲ λέγων οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ, καὶ πυρέττοντά σʼ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων ἐπιμέλειαν ποιούμενος οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλʼ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δʼ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων , οὕτως ἐν τοῖς φίλοις χρήσιμον ἐν τοῖς φίλοις χρήσιμον] ἐν τῷ πολλοῖς φίλοις χρῆσθαι καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι ἔνεστι] scr. vid. ἐστι καὶ τὸ συναγωνιᾶν τὸ συγκάμνειν H καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι χρῆν γὰρ μετρίας πετριας - φιλίας H ex Hippol. 253: μετρίαν - φιλίαν εἰς ἀλλήλους φιλίας θνητοὺς ἀνακίρνασθαι καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δʼ εἶναι στέργηθρα στέργηθρα id. ex eodem: θέλγητρα φρενῶν, ἀπὸ τʼ ὤσασθαι καὶ ξυντεῖναι, καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς χρείαις τὴν φιλίαν. ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη, μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν μετρίας ποιεῖσθαι τὰς διαφορὰς καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δʼ εἶναι μίση καὶ ὀργὰς καὶ μεμψιμοιρίας καὶ ὑπονοίας· ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν μὴ πολλοῖς ἐμβάλλειν δεξιὰν τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν καὶ πρὸς ἐναντίην ἢ μετὰ ἑαυτὴν μετὰ? πολλῶν παθῶν εἰσιοῦσαν, ὧν τὸ μὲν συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστί· τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ἔοικας ἔφη σὺ μηδὲ φίλον ἔχειν. αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, ἐπείπερ