8
ὅθεν οὕτω ὅθεν οὕτως] ὅθεν H τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτʼ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτῆς κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις διʼ ὁμοιότητός ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα ἄψυχα] ἄλογα W τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ βίας ἀναγκαζόμενα καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπʼ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ ὁμοιοπαθεῖ W κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετʼ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία διʼ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδʼ ἀνώμαλον οὐδʼ ἄνισον εἶναι δεῖ μέρος, ἀλλʼ ἐξ ἁπάντων ὁμοίως ἐχόντων ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ συνομοπαθεῖν, συνομοιοπαθεῖν W ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι.