Thesauros Edebiyat biography Περὶ τύχης

Περὶ τύχης

Περὶ τύχης Plutarch
1 τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία.Nauck. p. 607 πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδʼ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλʼ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτʼ ἔλαβεν οὔτʼ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου πόρνας καὶ ἰχθῦς ἠγόραζε καὶ Λασθένης καὶ Εὐθυκράτης ἀπώλεσαν Ὄλυνθον, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν; ἀπὸ τύχης δʼ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, καὶ λαβὼν αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς ἀκρασίαις καὶ ταῖς βωμολοχίαις;
1 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi