Thesauros Edebiyat biography Περὶ τύχης

Περὶ τύχης

Περὶ τύχης Plutarch
2 Εἰ δʼ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; ἥ τε γὰρ ἥ τε γὰρ scripsi: ἤτε aut ἡ γὰρ σωφροσύνη φρόνησίς τίς ἐστιν ὥς φασι καὶ εὐβουλία, καὶ εὐβουλία addidi καὶ ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. ὅθεν εἰ τὰ τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶκαὶ W: ἢ διαφερομένους. εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλʼ ἐλήρησεν εἰπὼν ὁ ΣοφοκλῆςΣοφοκλὴς] OR 110 ὅτι πᾶν τὸ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν τὰ μὲν διδακτὰ μανθάνω, τὰ δʼ εὑρετὰNauck. p. 243 ζητῶ, τὰ δʼ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην τί γὰρ εὑρετὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; ποῖον δʼ οὐκ ἀναιρεῖται βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντʼ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες αὐτῇ; τί δʼ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi