2
ὡς γὰρ ἀρώματα τρίβωνας εὐώδεις καὶ ῥάκια ποιεῖ, τοῦ δʼ Ἀγχίσου τὸ σῶμα ἰχῶρα πονηρὸν ἐξεδίδου νώτου καταστάζοντα βύσσινον φάρος,Nauck. p. 168 οὕτω μετʼ ἀρετῆς καὶ δίαιτα πᾶσα καὶ βίος ἄλυπός ἐστι καὶ ἐπιτερπής, ἡ δὲ κακία καὶ τὰ λαμπρὰ φαινόμενα καὶ πολυτελῆ καὶ σεμνὰ μιγνυμένη λυπηρὰ καὶ ναυτιώδη καὶ δυσπρόσδεκτα παρέχει τοῖς κεκτημένοις οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται· Meinek. IV p. 157 ἐπὰν δʼ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος, γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετʼ ἀεί. καίτοι γυναικὸς οὐ χαλεπῶς ἄν τις ἀπαλλαγείη πονηρᾶς ἀνὴρ ὤν, μὴ ἀνδράποδον πρὸς δὲ τὴν ἑαυτοῦ κακίαν οὐκ ἔστι γραψάμενον ἀπόλειψιν πραγμάτων ἀφεῖσθαι καὶ ἀναπαύεσθαι γενόμενον καθʼ αὑτόν, ἀλλʼ ἀεὶ συνοικοῦσα τοῖς σπλάγχνοις καὶ προσπεφυκυῖα νύκτωρ καὶ μεθʼ ἡμέραν εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκε,Hesiod. OD 705 βαρεῖα συνέκδημος οὖσα διʼ ἀλαζονείαν καὶ πολυτελὴς σύνδειπνος ὑπὸ λιχνείας καὶ σύγκοιτος ὀδυνηρά, φροντίσι καὶ μερίμναις καὶ ζηλοτυπίαις ἐκκόπτουσα τὸν ὕπνον καὶ διαφθείρουσα. καὶ γὰρ ὃ ὅ] ὅτε? καθεύδουσι, τοῦ σώματος ὕπνος ἐστὶ καὶ ἀνάπαυσις, τῆς ψυχῆς πτοῖαι καὶ ὄνειροι ὄνειροι] οἵστροι H καὶ ταραχαὶ διὰ δεισιδαιμονίαν. ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ, Meinek. IV p. 669 ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων φησί τις. οὕτω δὲ καὶ φθόνος καὶ φόβος καὶ θυμὸς καὶ ἀκολασία διατίθησι. μεθʼ ἡμέραν μὲν γὰρ ἔξω βλέπουσα καὶ συσχηματιζομένη πρὸς ἑτέρους ἡ κακία δυσωπεῖται καὶ παρακαλύπτει τὰ πάθη, καὶ παντάπασι ταῖς ὁρμαῖς ἐκδίδωσιν ἑαυτὴν ἀλλʼ ἀντιτείνει καὶ μάχεται διαμάχεται H πολλάκις· ἐν δὲ τοῖς ὕπνοις ἀποφυγοῦσα δόξας καὶ νόμους καὶ πορρωτάτω γενομένη τοῦ δεδιέναι τε καὶ αἰδεῖσθαι, πᾶσαν ἐπιθυμίαν κινεῖ καὶ ἐπανεγείρει τὸ κακόηθες καὶ ἀκόλαστον. μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι, ὥς φησιν ὁ Πλάτων; Πλάτων] Rep. p. 571 d καὶ βρώσεις ἀθέσμους προσφέρεται καὶ πράξεως οὐδεμιᾶς ἀπέχεται, ἀπολαύουσα τοῦ παρανομεῖν ὡς ἀνυστὸν ἐστιν εἰδώλοις εἰδώλοις] ἐν εἰδώλοις Stephanus καὶ φάσμασιν εἰς οὐδεμίαν ἡδονὴν οὐδὲ τελείωσιν τοῦ ἐπιθυμοῦντος τελευτῶσιν, ἀλλὰ κινεῖν μόνον καὶ διαγριαίνειν τὰ πάθη καὶ τὰ νοσήματα δυναμένοις.