Thesauros Edebiyat biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
15 εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ ὥσπερ γὰρ - οὕτως οὐδὲ κακόν del. H οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς ἄλγος ἄλγος] Nauck. p. 64 γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ. τὸ τὸ] Eurip. Troad. 636 γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω. ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν. ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι μὴ γενέσθαι W: ἢ μὴ γενέσθαι ἢ γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον. εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ γὰρ] δʼ coni. H τὸ τοῦ Ἀρκεσιλάου. τοῦτο φησὶ τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ. τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος Ἐπιχαρμος] Mullach. 1 p. 145 συνεκρίθη φησὶ καὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε ἀπῆνθεν - ἦνθε Scaliger: ἀπῆλθεν - ἦλθε πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν. ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ Εὐριπίδῃ] Nauck. p. 396 περὶ τοῦ Ἡρακλέους λέγων εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι τοῦτο μεταποιήσας εἴποις ἄν εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι γενναῖον δὲ καὶ τὸ Λακωνικὸν νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον, ἐθάλεον L. Dindorfius: ἐθάλλεον cf. Bergk. 3 p. 662 αὐτίκα δʼ ἄλλοι, ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα καὶ πάλιν οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ Bergk. 3 p. 516 θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης Εὐριπίδης] Suppl. 1109 ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν. οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν, Nauck. p. 396 οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας Bergk. 3 p. 739 μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν βαθὺν W ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας; ἅπαντες ᾍδαν ᾍδαν idem: αἶδαν ἦλθον ἅπαντ’ ἐς — ἦλθε Bergkius καὶ Λάθας δόμους, τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi