Thesauros Edebiyat biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
16 νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ εἶτʼ εἰ μὲν ᾔδεις ὅττι ὅττι] διότι Iacobi τοῦτον τὸν βίον, Meinek. IV p. 669 V p. CCCXLVII ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ αὖ H οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως ὁ θάνατος ὁ θάνατος Meziriacus αὐτὸς σοῦ γέγονεν εὐνούστερος ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν. Nauck. p. 468 θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα, αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ γῆν ἀναγκαίως δʼ Grotius: τὴν δ’ ἀναγκαίως ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν; δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi