Thesauros Edebiyat biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
29 ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν. καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν,Carm. Aur. 17 ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει καὶ ὁ τραγικὸς Αἰσχύλος Αἰσχύλος] Nauck. p. 543 ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς λἀν τοῖς κακίστοις μὴ τεθυμῶσθαι θεοῖς καὶ ὁ Εὐριπίδης Εὐριπιδης] Nauck. p. 524 ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν id. p. 412 σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται καὶ ἐν ἄλλοις τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi