Thesauros Edebiyat biography Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας Plutarch
11 ἆρʼ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον; ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος; καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας. ὁρᾷς δʼ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες φρονοῦσιν, ἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς. πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ διʼ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι; μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι. καίτοι προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ κάρα κάρα] Soph. Ant. 326 σείοντες. Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, Χαιρέας Γάιον, ἀλλʼ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. Homer. X 20 οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δʼ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν. καίτοι γʼ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπʼ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον. νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi