Thesauros Edebiyat biography Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας Plutarch
4 ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλʼ οὐδεὶς ἐφοβεῖτο τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ μεταστῇ ποῖ ποῖ - ποῖ H: ποῦ - ποῦ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ὦ ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδʼ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας καὶ τοὺς μειλιχίους τρέμων ὁ τρέμον R καὶ δεδοικώς, παρʼ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων. εἶθʼ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ Nauck. p. 698 δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς δυσχερεῖς Valckenarius: δυστυχεῖς λαβεῖν· πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύκτους ἀναποδράστους ἀνυποστάτους ἀνυποστάτους Meziriacus: ἀναποστάτους λαμβάνοντας; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, ἢ ναοῦ λάβωνται? θαρροῦσιν· ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν δεισιδαίμονα τῶν ἱερῶν· ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται. τί δεῖ μακρὰ λέγειν; πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος· τῆς δὲ δεισιδαιμονίας οὐδʼ οὗτος, ἀλλʼ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. ᾍδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων πολυφαντάστων Stobaeus Floril. t. IV p. 245: πολυφάνταστον εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες. οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi