8
τὸν Τιρίβαζόν Τιρίβαζόν H: τηρίβαζόν φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν. ἆρʼ οὖν οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν ἀβουλήτων· ὁ δὲ δεισιδαίμων οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε διεκρούσατο τοὺς βοηθοῦντας. πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι. Μίδας ὁ παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθʼ ἑκουσίως ἀποθανεῖν αἷμα ταύρου πιών. ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος ἐν τῷ πρὸς Λακεδαιμονίους Λακεδαιμονίους Xylander: μεσσηνίους πολέμῳ, κυνῶν λύκοις ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ κατασβεσθεὶς ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν ἀπέσφαξεν. ἦν δʼ ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον κρεῖττον R οὕτως ἀπαλλαγῆναι τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, εἶθʼ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς ἀποθανεῖν. οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ δεινὸν ἐν καιρῷ περιόδων περιόδων Xylander: ποδῶν σκιᾶς πρὸς σελήνην ἀπάντησις, ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος ἐκπεσόντος scripsi: ἐμπεσόντος ἀνθρώπου συγχέαι καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις Γλαῦκʼ, ὅρα, βαθὺς Γλαῦκ’ ὅρα βαθὺς Canterus: γλαυκεοράβδοις γὰρ ἤδη κύμασι ταράσσεται Bergk. 2 p. 396 πόντος, ἀμφὶ δʼ ἄκρᾳ Γυρέων Γυρέων Polus: γυρῶν ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος. τοῦτʼ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν ὑφίησι, φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης. Bergk. 3 p. 730 Nauck. p. 698 ὁ Ἡσίοδος Ἡσίοδος] OD 463 κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ τῆς ἐχέτλης ἐχόμενον, Ὅμηρος Ὁμηρος] H 193 δὲ τὸν Αἴαντά φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτʼ εὐχομένων ἐκείνων ὁπλίζεσθαι. καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, B 382 τότε παρὰ τοῦ Διὸς αἰτεῖ δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον· B 414 ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις. ἀλλʼ Ἰουδαῖοι σαββάτων ὄντων ἐν ἀγνάπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας προστιθέντων καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ ἀνέστησαν ἀλλʼ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ συνδεδεμένοι.