Thesauros Edebiyat biography Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας

Περὶ δεισιδαιμονίας Plutarch
10 ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, μὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν. καίτοι γʼ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δʼ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδʼ εἶναι τὸ παράπαν νομίζουσι. τί σὺ λέγεις; ὁ μὴ νομίζων θεοὺς θεοὺς Schellensius: θεοὺς εἶναι ἀνόσιός ἐστιν; ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν; ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτʼ εἶναι Πλούταρχον ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων ἔχων del. H τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν. τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος θυιάδα θυιάδα Bergk. 3 p. 620: θυάδα φοιβάδα μαινάδα λυσσάδα Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς τοιαύτη σοι εἶπε θυγάτηρ γένοιτο.Lobeck. Aglaoph. p. 633. Bergk. 3 p. 680 καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν αἵ τε κἂν ἀπʼ ἀγχόνας ἀίξασα αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων καθαρμάτεσσιν ἐπισπώμενα τῷ παλαμναίῳ συμπλεχθεῖσα. οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι. καίτοι τί τοσοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, ὅσου ὅσον H: οἷον ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς ἄφρονας, ὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς ἓξ μὲν θυγατέρας, ἓξ δʼ υἱέας ἡβώοντας; Homer. Ω 604 οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος. εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλʼ ἠγανάκτει, τούτους ἔδει κατατοξεῦσαι κατατοξεῦσαι R: τοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας. τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι Homer. Ω 212 ἐσθέμεναι προσφῦσα, τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν μαινίδας τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi