Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
27.27 μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ εἶπε τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους
27.28 τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας ἐζημίωσε.
27.29 τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ ἔφη φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος
27.30 Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ ἔφη μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.
27.31 ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ τὴν μάχην πῶς σοι χρήσωμαι; βασιλικῶς εἶπε, καὶ προσερωτηθεὶς καὶ μή τι ἄλλο; πάντα εἶπεν ἐν τῷ βασιλικῶς ἔνεστι· θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε.
27.32 πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι βασιλικόν ἔφη ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.
27.33 ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.
27.34 τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.

Πτολεμαίου τοῦ Λάγου

28.1 Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν· εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας· αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.

Ἀντιγόνου

29.1 Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος δέ τινος ἀλλʼ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος εἰκότως εἶπεν, ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.
29.2 τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.
29.3 θαυμαζόντων δὲ πάντων, ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, πρότερον μὲν γάρ εἶπε δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi