8.1
Ἀρταξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος, οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν, ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν ἐντυγχάνωσι.
8.2
πένητος δὲ ἀνθρώπου μῆλον ὑπερφυὲς μεγέθει προσενέγκαντος αὐτῷ δεξάμενος ἡδέως, νὴ τὸν Μίθραν, εἶπεν, οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην πιστευθεὶς ἀπεργάσασθαι.
8.3
ἐν δὲ φυγῇ τινι τῆς ἀποσκευῆς αὐτοῦ διαρπαγείσης, ξηρὰ σῦκα φαγὼν καὶ κρίθινον ἄρτον, οἵας, εἶπεν, ἡδονῆς ἄπειρος ἤμην.
Παρυσάτιδος
9.1
Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ ἐκέλευε τὸν βασιλεῖ μέλλοντα μετὰ παρρησίας διαλέγεσθαι βυσσίνοις χρῆσθαι ῥήμασι.
Ὀρόντου
10.1
Ὀρόντης, ὁ βασιλέως Ἀρταξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν διὰ κατηγορίαν διὰ κατηγορίαν F.C.B. from Diodorus, xv. 10: δι’ ὀργὴν καὶ καταγνωσθεὶς ἔφη, καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας τιθέναι τιθέναι] Cobet would omit. δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.
Μέμνονος
11.1
Μέμνων, ὁ Ἀλεξάνδρῳ πολεμῶν ὑπὲρ Δαρείου τοῦ βασιλέως, μισθοφόρον τινὰ πολλὰ βλάσφημα καὶ ἀσελγῆ περὶ Ἀλεξάνδρου λέγοντα τῇ λόγχῃ πατάξας, ἐγώ σε, εἶπε, τρέφω μαχούμενον, ἀλλʼ οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.
Ἄιγυπτιων βασιλέων ἔθος
12.1
οἱ Αἰγυπτίων βασιλεῖς κατὰ νόμον ἑαυτῶν τοὺς δικαστὰς ἐξώρκιζον ὅτι κἂν βασιλεύς τι προστάξῃ κρῖναι τῶν μὴ δικαίων, οὐ κρινοῦσι.
Πόλτος
13.1
Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν Ἀχαιῶν ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην δύο παρʼ αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.
Τήπος
14.1
Τήρης ὁ Σιτάλκου πατὴρ ἔλεγεν ὁπότε σχολάζοι καὶ μὴ στρατεύοιτο, τῶν ἱπποκόμων οἴεσθαι μηδὲν διαφέρειν.
Κότυς